ΚΑΛΩΣ ΗΛΘΑΤΕ!!! ΚΑΛΗ ΣΑΣ ΠΛΟΗΓΗΣΗ.
Home » » ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

{[['']]}


ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

·                Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν,
·                Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
·                Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῶ ὑποποδίω τῶν ποδῶν αὐτοῦ.
·                Ὅτι Ἅγιός ἐστιν.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Α'
Τοὶς Μαθηταῖς συνέλθωμεν, ἐν όρηΓαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοὶς Μύσταις ὦς ὑπέσχετο, ἕως τῆς συντελείας.
Θεοτοκίον
Τοὶς Μαθηταῖς συνέχαιρες, Θεοτόκε Παρθένε, ὅτι Χριστὸν ἑώρακας, ἀναστάντα ἐκ τάφου, τριήμερον καθὼς εἶπεν, οἷς καὶ ὤφθη διδάσκων, καὶ φανερῶν τὰ κρείττονα, καὶ βαπτίζειν κελεύων ἐν τῷ Πατρί, καὶ Υἱῶ καὶ ἁγίω Πνεύματι, τοῦ πιστεύειν, αὐτοῦ ἡμᾶς τὴν ἔγερσιν, καὶ δοξάζειν σὲ Κόρη.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Β'
Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι ἔχαιρον, εἶδον γὰρ Νεανίσκον, καθήμενον ἐν τῷ τάφω, καὶ αὐτὸς ταύταις ἔφη, Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν τῶ Πέτρω, τοὶς Μαθηταῖς, Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας, ἐκεῖ ὑμῖν ὀφθήσεται, ὦς προεῖπε τοὶς φίλοις.
Θεοτοκίον
γγελος μὲν ἐκόμισε, τὴ Παρθένω τό, Χαῖρε, πρὸ σὴς Χριστὲ συλλήψεως, Ἄγγελος δὲ τὸν λίθον, ἐκύλισέ σου τοῦ τάφου, ἀντὶ λύπης μὲν γάρ, χαρὰς ἀφράστου σύμβολα, δὲ ἀντὶ θανάτου, σὲ χορηγόν, τῆς ζωῆς κηρύττων καὶ μεγαλύνων, καὶ λέγων τὴν Ἀνάστασιν, Γυναιξὶ καὶ τοὶς Μύσταις.
ΕΞΑΠΟΣΤΣΙΛΑΡΙΟΝ Γ'
τι Χριστὸς ἐγήγερται, μὴ τὶς διαπιστείτω, ἐφάνη τὴ Μαρία γάρ, ἔπειτα καθωράθη, τοὶς εἰς ἀγρὸν ἀπιοῦσι, Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

Θεοτοκίον
ἀνατείλας Ἥλιος, ἐκ παστοῦ ὦς Νυμφίος, ἀπὸ τοῦ τάφου σήμερον, καὶ τὸν Ἅδην σκυλεύσας, καὶ θάνατον καταργήσας, σὲ Τεκούσης πρεσβείαις, φῶς ἡμῖν ἐξαπόστειλον, φῶς φωτίζον καρδίας, καὶ τὰς ψυχάς, φῶς βαδίζειν ἅπαντας ἐμβιβάζον, ἐν τρίβοις προσταγμάτων σου, καὶ ὁδοὶς τῆς εἰρήνης.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Δ'
Ταὶς ἀρεταὶς ἀστράψαντες, ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γὴν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῶ Πέτρω, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι.
Θεοτοκίον
Τ χαίρετε φθεγξάμενος, διημείψω τὴν λύπην, τῶν Προπατόρων Κύριε, τὴν χαρὰν ἀντεισάγων , ἐγέρσεώς σου ἐν κόσμῳ, ταύτης οὖν ζωοδότα, διὰ τῆς Κυησάσης σε, φῶς φωτίζον καρδίας, φῶς οἰκτιρμῶν, τῶν σῶν ἐξαπόστειλον τοῦ βοᾶν σοί, Φιλάνθρωπε, Θεάνθρωπε, δόξα τὴ σὴ Ἐγέρσει.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε'
ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῶ Κλεόπα καὶ τῶ Λουκᾶ συνώδευσεν, οἷς πὲρ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλὼν τὸν ἄρτον, ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαὶς ἠρμήνευεν, ὑπέστη, μεθ' ὧν , Ἡγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῶ Πέτρω.
Θεοτοκίον
Ὑμνῶ σου τὸ ἀμέτρητον, ἔλεος Ποιητά μου, ὅτι σαυτὸν ἐκένωσας, τοῦ φορέσαι καὶ σῶσαι, φύσιν βροτῶν κακωθεῖσαν, καὶ Θεὸς ὧν ἠνέχου, ἐκ τῆς ἁγνῆς θεόπαιδος, κατ' ἐμὲ τοῦ γενέσθαι, καὶ κατελθεῖν, μέχρις Ἄδου, θέλων μὲ τοῦ σωθῆναι, πρεσβείαις της Τεκούσης σε, Δέσποτα πανοικτίρμον.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ'
Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ' οὐσίαν, ἐν μέσῳ στὰς ἐδίδασκες, ἀναστὰς ἐκ τοῦ τάφου, καὶ βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε, δόξα τὴ σὴ Ἐγέρσει.
Θεοτοκίον
Ποιητὴς τῆς κτίσεως καὶ Θεὸς τῶν ἁπάντων, σάρκα βροτείαν ἔλαβεν, ἐξ ἀχράντων αἱμάτων, σοῦ παναγία Παρθένε καὶ γὰρ φθαρεῖσαν πᾶσαν, τὴν φύσιν ἐκαινούργησε, πάλιν ὦς πρὸ τοῦ τόκου, καταλιπῶν, μετὰ τόκον, ὅθεν πιστῶς σὲ πάντες, ἀνευφημοῦμεν κράζοντες, Χαῖρε Δέσποινα κόσμου.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ'
τι ἤραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἕδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἳ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἣν δὲ τὸ σουδάριον χωρὶς τούτων, διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.
Θεοτοκίον
Μεγάλα καὶ παράδοξα, δι' ἐμὲ κατειργάσω, Χριστέ μου πολυέλεε, ἐκ Παρθένου γὰρ Κόρης, ἐτέχθης ἀνερμηνεύτως, καὶ Σταυρὸν κατεδέξω, καὶ θάνατον ὑπομεῖνας, ἐξανέστης ἐν δόξῃ, καὶ τὴν ἡμῶν, φύσιν ἠλευθέρωσας τοῦ θανάτου, Δόξα Χριστὲ τὴ δόξη σου, δόξα τὴ σὴ δυνάμει.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η'
Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὦς Κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν , τὸν Σωτήρα ἤκουσε, Μή μου ἄπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοὶς ἀδελφοίς μου.
Θεοτοκίον
Τριάδος Κόρη τέτοκας, ἀπορρήτως τὸν ἕνα, διπλοῦν τὴ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργεία, καὶ ἕνα τὴ ὑποστάσει, τοῦτον οὖν ἐκδυσώπει, ἀεὶ ὑπὲρ τῶν πίστει σε, προσκυνούντων ἐκ πάσης ἐπιβουλῆς, τοῦ ἐχθροῦ λυτρώσασθαι, ὅτι πάντες, πρὸς σὲ νὺν καταφεύγομεν, Δέσποινα Θεοτόκε.


ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ'
Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας, καὶ ὀκτὼ μεθ' ἡμέρας, τὴν σὴν πλευράν, τῶ Θωμᾶ ὑπέδειξας καὶ τὰς χείρας. Μεθ' οὗ βοῶμεν, Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.
Θεοτοκίον
Τὸν σὸν Υἱὸν ὦς ἔβλεψας, ἀναστάντα ἐκ τάφου, τριήμερον Θεόνυμφε, ἅπασαν θλίψιν ἀπέθου, ἣν ὑπέστης ὦς Μήτηρ, ὅτε κατεῖδες πάσχοντα, καὶ χαρὰς ἐμπλησθεῖσα, σὺν τοὶς αὐτοῦ, Μαθηταῖς γεραίρουσα τοῦτον ὕμνεις. Διὸ τοὺς Θεοτόκον σε, νὺν κηρύττοντας σῶζε.
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ι'
Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῶ Πέτρω τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ θωμὰν εἶχε πρὸς ἄγραν, οἳ Χριστοῦ τὴ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον φανεῖς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων.
Θεοτοκίον
Τὸν ἀναστάντα Κύριον, τριήμερον ἐκ τοῦ τάφου, Παρθένε καθικέτευε, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ πόθω μακαριζόντων, σὲ γὰρ ἔχομεν πάντες, καταφυγὴν σωτήριον, καὶ μεσίτιν πρὸς τοῦτον, κλῆρος γὰρ σός, καὶ οἰκέται πέλομεν Θεοτόκε, καὶ πρὸς τὴν σὴν ἀντίληψιν, ἅπαντες ἀφορῶμεν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΙΑ'
Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῶ Πέτρω, φιλεῖς με, πυθόμενος Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἴδων ὃν ἠγάπα, Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην, Οὗτος δὲ τὶ; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τὶ πρὸς σὲ φίλε Πέτρε;
Θεοτοκίον
φοβερὸν μυστήριον παράδοξον θαῦμα! διὰ θανάτου θάνατος, παντελῶς ἠφανίσθη, τὶς οὖν μὴ ἀνυμνήσει σου, καὶ τὶς μὴ προσκυνήσει σου, τὴν Ἀνάστασιν Λόγε, καὶ τὴν ἀγνῶς, ἐν σαρκὶ τεκούσάν σε Θεοτόκον. Ἧς ταίς,πρεσβείαις ἅπαντας, λύτρωσαι τῆς γεέννης.



Μαυρογόνατος Ευάγγελος
            Ιεροψάλτης














































Share this article :

ΜΕ ΑΓΑΠΗ ΣΤΗ ΘΕΙΑ ΛΑΤΡΕΙΑ

ΜΕ ΑΓΑΠΗ ΣΤΗ ΘΕΙΑ ΛΑΤΡΕΙΑ

Συνολικές προβολές σελίδας

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger