{[['']]}
ΕΩΘΙΝΑ ΔΟΞΑΣΤΙΚΑ
ΚΑΤΑ ΗΧΟ
ΕΩΘΙΝΟΝ Α' Ἦχος α'
Εἰς
τὸ ὄρος τοὶς Μαθηταῖς ἐπειρομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος,
καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ' οὐρανὸν ἐξαπεστέλλοντο, κηρύξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν , καὶ τὴν εἰς Οὐρανοὺς ἀποκατάστασιν, οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς
ἐπηγγείλατο,
Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
ΕΩΘΙΝΟΝ Β' Ἦχος β'
Μετὰ
μύρων προσελθούσαις, ταὶς περὶ Μαριὰμ Γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὠράθη ὁ λίθος
μετηρμένος,
καὶ θεῖος Νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς, Ἡγέρθη γὰρ φήσιν, Ἰησοῦς ὁ Κύριος,
διὸ κηρύξατε τοὶς κήρυξιν αὐτοῦ Μαθηταῖς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὦς ζωοδότην καὶ Κύριον.
ΕΩΘΙΝΟΝ Γ' Ἦχος γ'
Τῆς
Μαγδαληνῆς
Μαρίας,
τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν, ἀλλὰ τοὶς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο, καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοὶς θαύμασι πιστούμενοι, Διὸ οἱ φωτισθέντες δι' αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.
ΕΩΘΙΝΟΝ Δ' Ἦχος δ'
Ὄρθρος
ἣν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνήμά σου Χριστέ, ἄλλά τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς, διὸ ἀπορουμέναις, οἱ ταὶς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες, Τὶ τὸν ζώντα μετὰ τῶν νεκρῶν ζητεῖτε; ἔλεγον, Ἡγέρθη ὦς προεῖπε, τὶ ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον, ἀλλ' ἐδόκει λῆρος τὰ εὐαγγέλια, οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί, ἀλλ' ὁ Πέτρος
ἕδραμε,
καὶ Ἰδὼν ἐδόξασέ σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια.
ΕΩΘΙΝΟΝ Ε' Ἦχος πλ. α'
Ὦ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρω μὲν τοὶς ὀθονίοις μόνοις, ἔδωκας ἐννοήσαί σου τὴν Ἀνάστασιν, Λουκᾶ δὲ καὶ Κλεόπα, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζη, ὦς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς, Ἀλλ' ὁ πάντα
πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνώσίν σου ἀνεφλέγοντο, οἳ καὶ τοὶς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι' ἧς ἐλέησον ἡμᾶς.
ΕΩΘΙΝΟΝ ΣΤ' Ἦχος πλ. β'
Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν Ἔγερσιν Μαθηταῖς, ἐμφόβους ἔδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾶν, ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χείρας καὶ τοὺς πόδας σου, πλὴν ἀπιστούντων ἔτι, τὴ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς, οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐτούς, διέστης πρὸς οὐρανόν. Δίο σὺν αὐτοῖς προσκυνούμέν σε, Κύριε δόξα σοί.
ΕΩΘΙΝΟΝ Ζ' Ἦχος βαρὺς
Ἰδοὺ
σκοτία καὶ πρωϊ, καὶ τὶ πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταὶς φρεσίν; ὑφ' οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς.
Ἀλλ'
ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοὶς ὀθονίοις καὶ τῶ σουδαρίω, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ' ὧν, καὶ δι' ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀνυμνούμέν σε τὸν ζωοδότην Χριστόν.
ΕΩΘΙΝΟΝ Η' Ἦχος πλ. δ'
Τὰ
τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς, ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὧ Ἰησοῦ,
ἀλλ'
ἔτι πρόσγεια φρονεῖ, οἵα γυνὴ ἀσθενής, διὸ καὶ ἀποπέμπεται μὴ προσψαύσαί σοὶ Χριστέ. Ἀλλ' ὅμως κῆρυξ πέμπεται τοὶς σοὶς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν Πατρῶον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ' ἦς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.
ΕΩΘΙΝΟΝ Θ' Ἦχος πλ. α'
Ὡς
ἐπ'
ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοὶς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τὴ κεκλεισμένη εἰσόδω τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἀλλ' ἔπλησας χαρὰς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν θωμὰν οὐ κατέλιπες, τῶ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε.
ΕΩΘΙΝΟΝ Ι' Ἦχος πλ. β'
Μετὰ
τὴν εἰς Ἄδου κάθοδον, καὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ἀθυμοῦντες ὦς εἰκός, ἐπὶ τῶ χωρισμῶ σου Χριστὲ οἱ Μαθηταί, πρὸς ἐργασίαν ἐτράπησαν, καὶ πάλιν πλοῖα καὶ δίκτυα, καὶ ἄγρα οὐδαμοῦ. Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς, ὦς δεσπότης πάντων, δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν, καὶ ἣν ὁ λόγος
ἔργον εὐθύς, καὶ πλῆθος τῶν ἰχθύων πολύ, καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῆ, οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν, καὶ ἡμᾶς νὺν νοητῶς καταξίωσον, ἐντρυφῆσαι φιλάνθρωπε Κύριε.
ΕΩΘΙΝΟΝ ΙΑ' Ἦχος πλ. δ'
Φανερῶν ἑαυτόν, τοὶς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν. Διὸ καὶ ἔλεγε, Εἰ φιλεῖς μὲ Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο. Ὧν ταὶς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.
Καὶ νύν... τὸ παρὸν Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης
ἠχμαλώτισται,
ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα
νενέκρωται,
ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος
τεθανάτωται,
καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς
ἡμῶν,
ὁ οὕτως εὐδοκήσας, δόξα σοί.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοὶ τῶ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνούμέν σε, εὐλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, εὐχαριστούμέν σοί, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Κύριε ὁ Θεός,
ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς
τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων
τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος
ἐν δεξιὰ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρα ταύτη, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς
τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεά,
Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοί.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός
μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοὶς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς (ἐκ γ').
Δόξα... Καὶ νύν... Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος
Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἦχος δ'
Σήμερον σωτηρία τῶ κόσμω γέγονεν. Ἄσωμεν
τῶ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῶ τῆς ζωῆς ἡμῶν, καθελῶν γὰρ τῶ θανάτω τὸν θάνατον,
τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.