ΚΑΛΩΣ ΗΛΘΑΤΕ!!! ΚΑΛΗ ΣΑΣ ΠΛΟΗΓΗΣΗ.
Home » » ΕΣΠΕΡΙΝΟΣ ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ

ΕΣΠΕΡΙΝΟΣ ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ

{[['']]}

Εσπερινός Κυριακής (Σάββατο Εσπέρας)
ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
 ὁ Ἀναγνώστης: Ἀμήν.

       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
      Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ψαλμὸς 103
       Εὐλόγει ψυχή μου, τὸν Κύριονú Κύριε Θεός μου ἐμεγαλύνθης σφοδρα.
       Ἐξομολόγησιν καὶ μαγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
       Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.
       τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
       ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
       θεμελιῶν τὴν γὴν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
       Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
       Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
       Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
       Ὅριον ἔθου, οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γήν.
     ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.        
       Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
       Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσειú ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
       Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦú ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται γῆ.
       ἐξανατέλλων χόρτον τοὶς κτήνεσι, καὶ χλόην τὴ δουλεία τῶν ἀνθρώπων.
       Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆςú καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
       Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳú κα ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
       Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
       Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ κατοικία ἠγεῖται αὐτῶν.
       Ὄρη τὰ ὑψηλὰ ταὶς ἐλάφοις, πέτρα καταφυγὴ τοὶς λαγωοίς.
       Ἐποίησε σελήνην εἰς καιρούςú ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
       Ἔθου σκότος, καὶ ἐγένετο νύξú ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
       Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῶ Θεῷ βρῶσιν αὐτοῖς.
       Ἀνέτειλεν ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
       Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
       Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριεú πάντα ἐν σοφίᾳ ἐποίησαςú ἐπληρώθη γῆ τῆς κτίσεώς σου.
       Αὕτη θάλασσα μεγάλη καὶ εὐρύχωροςú ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
       Ἐκεῖ πλοῖα διαπορεύονταιú δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτή.
       Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρονú δόντος σου αὐτοῖς συλλέξουσιν.
       Ἀνοίξαντός σου τὴν χείρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
       Ἀντανελεὶς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
       Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεὶς τὸ πρόσωπον τῆς γῆς.
       Ἤτω δόξα Κυρίου εἰς τοὺς αἰῶναςú εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
       ἐπιβλέπων ἐπὶ τὴν γήν, καὶ ποιῶν αὐτὴν τρέμεινú ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
       Ἄσω τῶ Κυρίω ἐν τῇ ζωή μου, ψαλῶ τῶ Θεῷ μου ἕως ὑπάρχω.
       Ἡδυνθείη αὐτῷ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῶ Κυρίω.
       Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
       ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦú ἔθου σκότος, καὶ ἐγένετο νύξ.
       Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριεú πάντα ἐν σοφίᾳ ἐποίησας.

Δόξα... Καὶ νύν ...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοὶ Θεός (ἐκ γ').
ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοί.

·               Ἐν εἰρήνῃ του Κυρίου δεηθῶμεν.
·               Ὑπέρ της ἄνωθεν εἰρήνης, καί της σωτηρίας των ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
·               Ὑπέρ της εἰρήνης του σύμπαντος κόσμου, εὐσταθείας των ἁγίων του Θεοῦ Ἐκκλησιῶν, καί της των πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
·               Ὑπέρ του ἁγίου οἴκου τούτου, καί των μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
·               Ὑπέρ των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
·               Ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ διένος), τοῦ τιμίου πρεσβετερίου, της ἐν Χριστῷ διακονίας, παντός του Κλήρου καί του Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
·               Ὑπέρ του εὐσεβοὺς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
·               Ὑπέρ της (πόλεως) ταύτης, πάσης πόλεως καὶ χόρας καί των πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
·               Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας των καρπῶν της γῆς καὶ καιρῶν εἰρηνηκῶν, τοῦ Κυρίου δεηθῶμεν.
·               Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί της σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
·               Ὑπέρ του ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
·               Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, Θεός, τῇ σὴ χάριτι.
·               Της Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων των Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
 Ὁ Χορός: Σοὶ Κύριε.
+Ὅτι πρέπει σοί, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Ψαλμὸς 140
·               Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μουú πρόσχες τὴ φωνὴ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι μὲ πρὸς σὲú εἰσάκουσόν μου, Κύριε.
·               Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σουú ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴú εἰσάκουσόν μου, Κύριε.

·               Θοῦ, Κύριε, φυλακὴν τῶ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
·               Μὴ ἐκκλίνης τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
·               Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
·               Παιδεύσει μὲ δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει μεú ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
·               Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶνú  κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
·               Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησανú ὡσεὶ πάχος γὴς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστὰ ἡμῶν παρὰ τὸν ἅδην.
·               Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μουú ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλης τὴν ψυχήν μου.
·               Φύλαξόν με ἀπὸ παγίδος ἢς συνεστήσαντό μοί, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
·               Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς 141
·               Φωνή μου πρὸς Κύριον ἐκέκραξα, φωνή μου πρὸς Κύριον ἐδεήθην.
·               Ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
·               Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεύμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
·               Ἐν ὁδῷ ταύτῃ, ἢ ἐπορευόμην, ἔκρυψαν παγίδα μοί.
·               Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, ὅτι οὐκ ἣν ὁ ἐπιγινώσκων με.
·               Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
·               Ἐκέκραξα πρὸς σέ, Κύριεú εἶπαú Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῆ ζώντων.
·               Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥύσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
·               Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῶ ὀνόματί σου.

Ἦχος α'
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας ἐν κόσμῳ τὴν ἀνάστασιν.
·               ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῶς μοί.
Κυκλώσατε Λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ τῶ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.
·               ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Δεῦτε Λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ὅτι αὐτὸς ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν κόσμον λυτρωσάμενος.
·               γενηθήτω τὰ ὤτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην, ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῶ σταυρῶ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.
·               ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι' ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες, Στήριξον ὀρθοδοξία τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
·               ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τῶ ζωοδόχω σου τάφω, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τὴ ἀφάτω σου εὐσπλαγχνία, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι σταυρὸν κατεδέξω, καὶ θάνατον ἀναμάρτητε, ἵνα τῷ κόσμω δωρήση τὴν Ἀνάστασιν, ὡς φιλάνθρωπος.
·               ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωίας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.
Τὸν τῶ Πατρὶ συνάναρχον, καὶ συναϊδιον Λόγον, τὸν ἐκ παρθενικῆς νηδύος προελθόντα ἀφράστως καὶ Σταυρὸν καὶ θάνατον δι' ἡμᾶς ἑκουσίως καταδεξάμενον, καὶ ἀναστάντα ἐν δόξῃ, ὑμνήσωμεν λέγοντες, ζωοδότα Κύριε δόξα σοί, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
·               ὅτι παρὰ τῶ Κυρίω τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
·               αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
·               ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
Θεοτοκίον  Ἦχος α'
Τὴν παγκόσμιον δόξαν τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ἄσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε, Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω Λαὸς τοῦ Θεοῦ, καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθροὺς ὡς παντοδύναμος.
Ἦχος β'
Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθένια, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν, Σταυρὸν γὰρ ὑπομεῖνας, τὴ ταφὴ παρεδόθη, ὡς αὐτός ἡ θέλησε, καὶ ἀναστὰς ἒκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
·               ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῶς μοί.
Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῶ Σταυρῶ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.
·               ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν, αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερὰ καὶ κραταιὰ δυνάμει, πάλιν ἔρχεται, κρίναι κόσμον ὃν ἔπλασεν.
·               γενηθήτω τὰ ὤτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταὶς γυναιξί. Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος, Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος, διὸ σὲ προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.
·               ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Ἐν τῷ Σταυρῶ σου Κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφή σου ἐνέκρωσας, τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τὴ Ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων, διὰ τούτό σοὶ βοῶμεν, Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοί.
·               ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἠνοίγησάν σοὶ Κύριε, φόβω πύλαι θανάτου, πυλωροὶ δὲ ἄδου ἰδόντες σε ἔπτηξαν, πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοῦς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιὰς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.
·               ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωίας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.
Tὸν σωτήριον ὕμνον ἄδοντες, ἐκ στομάτων ἀναμέλψωμεν, δεῦτε πάντες ἐν οἴκῳ Κυρίου, προσπέσωμεν λέγοντες, ὁ ἐπὶ ξύλου σταυρωθείς, καὶ ἐκ νεκρῶν ἀναστάς, καὶ ὧν ἐν κόλποις τοῦ Πατρός, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν.
·               ὅτι παρὰ τῶ Κυρίω τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
·               αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
·               ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
Θεοτοκίον  Ἦχος β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης, ὡς γὰρ ἡ βᾶτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ'
Τῷ σῷ σταυρῶ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σωζόμενον, ὕμνον σοὶ καθ' ἑκάστην προσφέρει.
·               ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῶς μοί.
Πεφώτισται τὰ σύμπαντα, τὴ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέωκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημούσά σε, ὕμνον σοὶ καθ' ἑκάστην προσφέρει.
·               ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.
·               γενηθήτω τὰ ὤτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν, τῶ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.
·               ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Ὑμνοῦμεν τὸν Σωτήρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα, δι' ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τὴ τρίτη ἡμέρα ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.
·               ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τοὶς ἐν ἅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νὺν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.
·               ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωίας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.
Οἱ ἀναξίως ἐστῶτες, ἐν τῷ ἀχράντω σου οἴκω, ἑσπερινὸν ὕμνον ἀναμέλπομεν, ἐκ βαθέων κραυγάζοντες, Χριστὲ ὁ Θεός, ὁ φωτίσας τὸν κόσμον τὴ τριημέρω Ἀναστάσει σου, ἐξελοῦ τὸν λαόν σου, ἐκ χειρὸς τῶν σου Φιλάνθρωπε.
·               ὅτι παρὰ τῶ Κυρίω τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
·               αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
·               ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
Θεοτοκίον  Ἦχος γ'
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πείραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Ἦχος δ'
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν, δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
·               ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῶς μοί.
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτόμον ἔλυσας Σωτήρ, τῶ ξύλω τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς Ἄδου κατελθῶν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας, διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες, Παντοδύναμε Κύριε δόξα σοί.
·               ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Πύλας Ἄδου συνέτριψας Κύριε, καὶ τῶ σῶ θανάτω, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῶ κόσμω δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
·               γενηθήτω τὰ ὤτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ὡς ἐλυτρώθημεν τῶν τοῦ Ἄδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες, ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τὴ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
·               ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν, δι' ὡς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ δουλείας τοῦ ἐχθροῦ, πάντες ἐλυτρώθημεν κράζοντες, Ζωοποιὲ παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τὴ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.
·               ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοῦς συνέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας, διὰ τοῦτο συμφώνως βοῶμεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοί.
·               ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωίας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.
Κύριε ἡ ἐκ Πατρός σου γέννησις, ἄχρονος ὑπάρχει καὶ ἀϊδιος, ἡ ἐκ Παρθένου σάρκωσις, ἄφραστος ἀνθρώποις καὶ ἀνερμήνευτος, καὶ ἡ εἰς ἄδου κάθοδος, φοβερὰ διαβόλω καὶ τοὶς Ἀγγέλοις αὐτοῦ, θάνατον γὰρ πατήσας, τριήμερος ἀνέστης, ἀφθαρσίαν παρέχων ἀνθρώποις, καὶ τὸ μέγα ἔλεος.
·               ὅτι παρὰ τῶ Κυρίω τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
·               αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
·               ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
Θεοτοκίον  Ἦχος δ'
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυϊδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῶ μεγαλείά σοὶ ποιήσαντι, Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάση εἰκόνα, φθαρεῖσαν τοὶς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρῶν, πρόβατον τοὶς ὤμοις ἀναλαβῶν, τῶ Πατρὶ προσαγάγη, καὶ τῶ ἰδίω θελήματι, ταὶς οὐρανίαις συνάψη Δυνάμεσι, καὶ σώση Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Ἦχος πλ. α'
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ἤσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.
·               ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῶς μοί.
O τὴν Ἀνάστασιν διδοὺς τῶ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ Ἄδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί, εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοὶς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοὶς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
·               ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν, τὴ γὰρ αὐτοῦ εὐσπλαγχνία ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.
·               γενηθήτω τὰ ὤτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοὶ τῶ ἀνεσπέρω Φωτί, τῶ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῶ κόσμω, καὶ μέχρις Ἄδου κατελθόντι, καὶ τὸ ἐκεισε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοὶς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοί.
·               ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν, αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσῶν ἀνίσταται, διάβολος κατήργηται.
·               ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων. Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκτοῦ μνημείου ἐσυλήθη ὁ νεκρός, Τὶς εἶδε, τὶς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα ἑσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφω τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτὸς ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος.
·               ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωίας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.
Κύριε ὁ τὸν Ἅδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῶ Σταυρῶ τῶ τιμίω, ἐλέησον ἡμᾶς.
·               ὅτι παρὰ τῶ Κυρίω τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
·               αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
·               ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
Θεοτοκίον  Ἦχος πλ. α'
Ἐν τῇ ἐρυθρὰ θαλάσση τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νὺν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὧν καὶ προῶν, καὶ φανεῖς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Ἦχος πλ. β'
Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ Ἄδου, ἐν τῷ Σταυρῶ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσης σεαυτῶ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
·               ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῶς μοί.
Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῶ κόσμω ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν. Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
·               ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τὴ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ Ἅδη; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.
·               γενηθήτω τὰ ὤτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἐν τῷ Σταυρῶ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
·               ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, σταυρὸν γὰρ ὑπομεῖνας, θανάτω θάνατον ὤλεσε.
·               ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Δόξα τὴ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θάνατου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.
·               ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωίας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.
Ἡ ταφή σου Κύριε, τὰ δεσμὰ τοῦ Ἄδου συντρίψασα διέρρηξεν, ἡ ἐκ νεκρῶν ἀνάστασις τὸν κόσμον ἐφώτισε. Κύριε δόξα σοί.
·               ὅτι παρὰ τῶ Κυρίω τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
·               αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
·               ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
Θεοτοκίον  Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος βαρὺς
Δεῦτε ἀγαλλιασώμεθα τῶ Κυρίω, τῶ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες, Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοί.
·               ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῶς μοί.
Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν δι' ἡμᾶς, θανάτω δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας, διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοί.
·               ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Ἀπόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθῶν δι' ἡμᾶς, Κύριε δόξα σοί.
·               γενηθήτω τὰ ὤτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Κὰν συνελήφθης Χριστέ, ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι, ἐμαστίχθης τὸν νῶτον, οὐκ ἀρνοῦμαι. Σταυρῶ προσηλώθης, καὶ οὐ κρύοτω, εἰς τὴν Ἔγερσίν σου καυχῶμαι, ὁ γὰρ θάνατος σου ζωή μου. Παντοδύναμε καὶ φιλάνθρωπε, Κύριε δόξα σοί.
·               ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Δαυϊτικὴν προφητείαν ἐκπληρῶν, Χριστὸς μεγαλειότητα, ἐν Σιών, τὴν οἰκείαν Μαθηταῖς ἐξεκάλυψεν, αἰνετὸν δεικνὺς ἑαυτόν, καὶ δοξαζόμενον ἀεί, σὺν Πατρὶ τε καὶ Πνεύματι ἁγίω, πρότερον μὲν ἄσαρκον ὡς Λόγον, ὕστερον δὲ δι' ἡμᾶς, σεσαρκωμένον, καὶ νεκρωθέντα ὡς ἄνθρωπον, καὶ ἀναστάντα κατ' ἐξουσίαν ὡς φιλάνθρωπον.
·               ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Κατῆλθες ἐν τῷ Ἅδη Χριστὲ ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, καὶ ἀνέστης τριήμερος, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῶν τοῦ Ἄδου δεσμῶν καὶ τῆς φθορᾶς, κραυγάζοντα καὶ λέγοντα, Δόξα τὴ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.
·               ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωίας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.
Ἐν τάφῳ κατετέθης, ὡς ὁ ὑπνὼν Κύριε, καὶ ἀνέστης τριήμερος, ὡς δυνατὸς ἐν ἰσχύϊ, συναναστήσας τὸν Ἀδάμ, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ὡς παντοδύναμος.
·               ὅτι παρὰ τῶ Κυρίω τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
·               αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
·               ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
Θεοτοκίον  Ἦχος βαρὺς
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται, παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως, ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διὸ σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. δ'
Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
·               ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῶς μοί.
Κύριε, Κύριε, μὴ ἀπορρίψης ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
·               ἐκ βαθέων ἐκέκραξά σοί, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον, σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά της, Ἀναστάσεως.
·               γενηθήτω τὰ ὤτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.
·               ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἦς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ Ἄδου τυραννίδος, καὶ ἐδωρήσω τῶ κόσμω ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
·               ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Δόξα σοὶ Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ σταυρῶ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.
·               ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωίας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.
Σὲ δοξάζομεν Κύριε, τὸν ἑκουσίως δι' ἡμᾶς, Σταυρὸν ὑπομείναντα, καὶ σὲ προσκυνοῦμεν, παντοδύναμε Σωτήρ, μὴ ἀπορρίψης ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλ' ἐπάκουσον καὶ σῶσον ἡμᾶς, διὰ τῆς Ἀναστάσεώς σου Φιλάνθρωπε.
·               ὅτι παρὰ τῶ Κυρίω τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
·               αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
·               ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα.
Θεοτοκίον  Ἦχος πλ. δ'
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοὶς ἀνθρώποις συνανεστράφη. ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθῶν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν, διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον  Ἦχος α'
Τὴν παγκόσμιον δόξαν τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ἄσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα, αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε, Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω Λαὸς τοῦ Θεοῦ, καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθροὺς ὡς παντοδύναμος.
Θεοτοκίον  Ἦχος β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης, ὡς γὰρ ἡ βᾶτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον  Ἦχος γ'
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πείραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.
Θεοτοκίον  Ἦχος δ'
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυϊδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῶ μεγαλείά σοὶ ποιήσαντι, Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάση εἰκόνα, φθαρεῖσαν τοὶς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρῶν, πρόβατον τοὶς ὤμοις ἀναλαβῶν, τῶ Πατρὶ προσαγάγη, καὶ τῶ ἰδίω θελήματι, ταὶς οὐρανίαις συνάψη Δυνάμεσι, καὶ σώση Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Θεοτοκίον  Ἦχος πλ. α'
Ἐν τῇ ἐρυθρὰ θαλάσση τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νὺν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὧν καὶ προῶν, καὶ φανεῖς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.
Θεοτοκίον  Ἦχος πλ. β'
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον  Ἦχος βαρὺς
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται, παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως, ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διὸ σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.



Θεοτοκίον  Ἦχος πλ. δ'
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοὶς ἀνθρώποις συνανεστράφη. ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθῶν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν, διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

+Σοφία Ὀρθοῖ !
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάρκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἠλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σὲ ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναὶς αἰσαίς, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.


+Ἑσπέρας Προκείμενον !

Τῶ Σαββάτω ἑσπέρας  Ἦχος πλ. β'
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.
Στίχ: Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Στίχ: Καὶ γὰρ ἐστερεωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Τὴ Κυριακὴ τῆς Τυρινῆς, Β' καὶ Δ' Kυριακὴ τῶν Νηστειῶν
Ἦχος πλ. δ'
Μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τὴ ψυχή μου, καὶ λύτρωσαι  αὐτήν.
Στίχ. Ἡ σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.
Μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου...
Στίχ. Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν, ἐκζητήσατε τὸν Θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.
Μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου...
Καὶ πάλιν γεγονωτέρα φωνὴ
Μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου...


Τὴ Α', Γ' καὶ Ε' Κυριακὴ τῶν Νηστειῶν
Ἦχος πλ. δ'
Ἔδωκας κληρονομίαν τοὶς φοβουμένοις τὸ Ὀνομά σου, Κύριε.
Στίχ. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα, ἐν τῷ  ἀκηδιᾶσαι τὴν καρδίαν μου, ἐν πέτρa ὕψωσάς με.
Ἔδωκας κληρονομίαν τοὶς φοβουμένοις...
Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπη τῶν πτερύγων σου.
Ἔδωκας κληρονομίαν τοὶς φοβουμένοις...
Στίχ. Οὕτως ψαλῶ τῶ ὀνόματί σου εἰς τοὺς αἰῶνας, τοῦ ἀποδούναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.
Καὶ πάλιν γεγονωτέρα φωνὴ
Ἔδωκας κληρονομίαν τοὶς φοβουμένοις...

·               Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχὴς καὶ ἐξ ὅλης της διανοίας ἡμῶν εἴπωμεν.
·               Κύριε παντοκράτορ ὁ Θεός των πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.. Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
·               Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν. Ἔτι δεόμεθα ὑπέρ των ἀδελφῶν ἡμῶν, των ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
·               Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
·               Ἔτι δεόμεθα ὑπέρ των μακαρίων καὶ ἀοιδίμων κτιτόρων της ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων των προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν , των ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
·               Ἔτι δεόμεθα ὑπέρ των καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτω ναῶ τούτω, κοπιώντων , ψαλλόντων καὶ ὑπέρ του περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σου μέγα καὶ πλούσιον ἔλεος.
+Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.

Ὁ Ἀναγνώστης: Ἀμήν.  Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρα ταύτη, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοὶς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδης. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

·               Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
·               Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σὴ χάριτι.
·               Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά του Κυρίου, αἰτησώμεθα.
·               Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί των σωμάτων ἡμῶν, παρά του Κυρίου αἰτησώμεθα.
·               Συγγνώμην καὶ ἄφεσιν των ἁμαρτιῶν καί των πλημμελημάτων ἡμῶν, παρά του Κυρίου αἴτησώμεθα.
·               Τα καλὰ καὶ συμφέροντα ταὶς ψυχαὶς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά του Κυρίου αἰτησώμεθα.
·               Τὸν ὑπόλοιπον χρόνον της ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοία ἐκτελέσαι, παρά του Κυρίου αἰτησώμεθα.
·               Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί του φοβεροῦ βήματος του Χριστοῦ αἰτησώμεθα.
·               Της Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων των Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν Ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
+Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλῖνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρία του γένους των ἀνθρώπων, ἔπιδε ἐπί τους δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπω κριτή, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τους δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σην ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῶ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.
+Εἴη τὸ κράτος της βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί του Υἱοῦ καί του Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Ἦχος πλ. α'
Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ. εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτήρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Πλούσιοι ἑπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐχ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Ἀπόστιχα ἐν τῇ Κυριακὴ
Ἦχος α'
Τῶ πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τὴ Ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν. Κύριε δόξα σοί.
·               ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χείρας κροτείτω τὰ ἔθνη μέτ' εὐφροσύνης, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῶ Σταυρῶ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενὴ ἀναστήσας, ὡς Φιλάνθρωπος.
·               καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γής, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν, ὃν ὁ Ἅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ Δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο, Ἀδὰμ δὲ ἰδὼν σὲ τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη.  Ὧ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωὴ; ἄλλ' ἢ ὡς ἠβουλήθη, κόσμον φωτίσαι κραυγάζοντα καὶ λέγοντα, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοί.
·               τῶ οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
Γυναῖκες μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον, καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σώμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοὶς Ἀποστόλοις ἔλεγον, Ἀνέστη ὁ Κύριος, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαϊου πρόρρησις, Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἣν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ' ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῶ τεμένει προσφερομένας σοί, μὴ παρίδης, ἀλλ' ὡς τὸν Εὔσπλαγχνον σαὶς ἀγκάλαις φέρουσα, σοὶς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β'
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοί.
·               ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τὴ ταφή σου ἐνέκρωσας, ἐφώτισας, δὲ τὸ γένος ἡμῶν τὴ Ἐγέρσει σου, διὸ βοώμέν σοί, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοί.
·               καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ἐν τῷ Σταυρῶ Χριστέ, φανεῖς καθηλωμένος, ἡλλοίωσας κάλλος κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχη πλευράν σου ἐκέντησαν. Ἑβραῖοι δὲ σφραγίσαι τάφον ἠτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλ' ὁ δι' οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοί.
·               τῶ οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
Ζωοδότα Χριστέ, ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν Ἅδη δὲ κατελθῶν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μείνοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθ' Ἄδου, οἰκεῖν δεδώρησαι, διὸ καὶ ἡμῖν τοὶς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ὦ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τὶς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυίαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαὶς ὠλέναις βαστάσα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύση δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ'
Ὀτῶ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῶ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.
·               ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατόρας τὸν Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν, Παντοδύναμε Κύριε δόξα σοί.
·               καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἡλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾶν, τῶ φόβω ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθῶν ἐν ἅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῶ κόσμω δωρούμενος, καὶ τὸ μέγα ἔλεος.
·               τῶ οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
Ἴνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσης, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῶ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοί.
Θεοτοκίον
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύση πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ᾑμων.

Ἦχος δ'
Κύριε ἀνελθῶν ἐν τῷ σταυρῶ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθῶν ἐν τῷ ἅδη, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῶ γένει, διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.
·               Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας, τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῶ γένει τῶν ἀνθρώπων, διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου Ἔγερσιν.
·               καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῶ Πιλάτω, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανεῖς, ἀλλ' ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμερος, ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.
·               τῶ οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
Μετὰ δακρύων Γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν, μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον, Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων, πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σώμά σου, Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο. Μὴ κλαίετε φησίν, ἀλλ' ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.
Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα, σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα, Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων, Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἦχος πλ. α'
Σὲ τὸν Σαρκωθέντα Σωτήρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ἀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας Ἄδου πύλας, τριήμερος ἀνέστης, σώζων τὰς ψυχὰς ἡμῶν.
·               ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρουνοὺς ἀφέσεως πάσιν ἐξέβλυσας, ζωῆς καὶ σωτηρίας, σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανασίαν ἡμῖν δωρούμενος, οἰκήσας τάφω δέ, ἡμᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῶ ἐνδόξως ὡς Θεός, διὰ τοῦτο βοῶμεν. Φιλάνθρωπε Κύριε, δόξα σοί.
·               καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ἄδου κάθοδος, Φιλάνθρωπε ὑπάρχει, σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστήσας ἑαυτῶ, ἐνδόξως ὡς Θεός, τὸν Παράδεισον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας, διὸ καὶ ἡμῖν τοὶς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παραδείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔσπλαγχνος.
·               τῶ οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
O δι' ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶσον ἡμᾶς.
Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ὡς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοὶς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τὴ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. β'
Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδία σὲ δοξάζειν.
·               Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Πύλας συντρίψας χαλκᾶς, καὶ μοχλοῦς τοῦ Ἄδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοί.
·               καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ῥεύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, σταυρῶ προσπήγνυται καὶ τάφω τέθειται, ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον. Οἴμοι Σωτὴρ τῶν ἁπάντων , πῶς κατεδέξω τάφω οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφ' ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς αὐτὰς ἀπεβόησε. Τὸν θρῆνον παυσάμεναι, τοίς Ἀποστόλοις εἴπατε, Ὅτι ἀνέστη ὁ Κύριος, τῶ κόσμω δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
·               τῶ οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
Σταυρωθεὶς ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τὴ ταφή σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς Θεὸς μετὰ δόξης, τῶ κόσμω δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.
Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθῶν, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε, διὸ σοὶ Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένω ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἦχος βαρὺς
Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τὴ σαρκί σου, Κύριε δόξα σοί.
·               Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ φωτίσαντα τὰ πάντα, δεῦτε προσκυνήσωμεν, ἐκ τῆς τοῦ Ἄδου γὰρ τυραννίδος, ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὐτοῦ τριημέρου Ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
·               καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ὑπὸ τὸν Ἅδην κατελθῶν Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας, δοξάζοντας τὴν σὴν παντοδύναμον Ἔγερσιν, Κύριε φιλάνθρωπε.
·               τῶ οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
Φοβερὸς ὤφθης Κύριε, ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνών, ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ συνανέστησας κραυγάζοντα. Δόξα τὴ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοώμέν σοί, Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥύσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.
Ἦχος Πλ. δ'
Ἀνῆλθες ἐπὶ σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοί.
·               Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβῶν, τῶ πάθει ἀπ' ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν Ἅδη κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφω δὲ διαφθορὰν οὐκ οἰδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.
·               καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ψαλμοὶς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι' ἦς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ Ἄδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
·               τῶ οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γής, διὰ Σταυροῦ παθῶν, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμω, Δόξα τὴ σὴ τριημέρω Ἐγέρσει, δι' ἦς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.
Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἴκετών παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νὺν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Θεοτοκίον  Ἦχος α'
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαϊου πρόρρησις, Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἣν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ' ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῶ τεμένει προσφερομένας σοί, μὴ παρίδης, ἀλλ' ὡς τὸν Εὔσπλαγχνον σαὶς ἀγκάλαις φέρουσα, σοὶς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον  Ἦχος β'
Ὦ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τὶς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυίαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαὶς ὠλέναις βαστάσα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύση δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον  Ἦχος γ'
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας. Διὸ μὴ παύση πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ᾑμων.
Θεοτοκίον  Ἦχος δ'
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα, σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα, Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων, Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον  Ἦχος πλ. α'
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ὡς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοὶς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τὴ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον  Ἦχος πλ. β'
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθῶν, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε, διὸ σοὶ Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένω ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Θεοτοκίον  Ἦχος βαρὺς
Ὑπὸ τὴν σὴν Δέσποινα σκέπην, πάντες οἱ γηγενεῖς, προσπεφευγότες βοώμέν σοί, Θεοτόκε ἡ ἐλπὶς ἡμῶν, ῥύσαι ἡμᾶς ἐξ ἀμέτρων πταισμάτων, καὶ σῶσον τὰς ψυχάς ἡμῶν.
Θεοτοκίον  Ἦχος Πλ. δ'
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἴκετών παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νὺν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις τὸν δούλόν σου, Δέσποτα, κατὰ τὸ ῥήμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὁ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Ὁ Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').
Δόξα... Καὶ νύν...
·               Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
·               Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν,
·               Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
·               Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
·               ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

+Ὅτι σου ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί του Υἱοῦ καί του Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
 Ὁ Χορός: Ἀμήν.

Ἀπολυτίκιον  Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῶ κόσμω τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοὶ ζωοδότα. Δόξα τὴ Ἀναστάσει σου Χριστέ, δόξα τὴ βασιλεία σου, δόξα τὴ οἰκονομία σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοὶ Παρθένε τὸ Χαῖρε, σὺν τὴ φωνὴ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τὴ ἁγία κιβωτῶ, ὡς ἔφη ὁ δίκαιος Δαυϊδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῶ ἐνοικήσαντι ἐν σοί, δόξα τῶ προελθόντι ἐκ σοῦ, δόξα τῶ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
Ἀπολυτίκιον  Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν Ἅδην ἐνέκρωσας τὴ ἀστραπὴ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεώτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοί.
Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τὴ ἁγνεία ἐσφραγισμένη, καὶ παρθενία φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον  Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐρανία, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῶ θανάτω τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ἄδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμω τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπολυτίκιον  Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διάσού Θεοτόκε τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον  Ἦχος Πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῶ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεώτας, ἐν τῇ ἐνδόξω Ἀναστάσει αὐτοῦ.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπολυτίκιον  Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνήμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καλὶ ἵστατο οἱ Μαρία ἐν τῷ τάφω, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν Ἅδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοί.
Θεοτοκίον
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσία βουλή, λάμψας ἐν τῷ Σταυρῶ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοὶς Ἀγγέλοις. Συγχάρητέ μοί, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοί.
Ἀπολυτίκιον  Ἦχος βαρὺς
Κατέλυσας τῶ Σταυρῶ σου τὸν θάνατον, ἠνέωξας τῶ Ληστὴ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοὶς σοὶς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νύν... Θεοτοκίον
Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε, σὺ γὰρ τοὺς ὑπευθύνους τὴ ἁμαρτία, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.
Ἀπολυτίκιον  Ἦχος Πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσης τῶν παθῶν, Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοί.


Δόξα... Καὶ νύν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομεῖνας ἀγαθέ, ὁ θανάτω τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδης οὓς ἔπλασας τὴ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκούσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

+Σοφία!  Εὐλόγησον.

Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν , πάντοτε; νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν .

Στερεῶσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, σὺν τὴ ἁγία αὐτοῦ Ἐκκλησία καὶ τὴ πόλει (ἢ τὴ μονή, ἢ χώρα, ἢ τὴ νήσω) ταύτη εἰς αἰῶνας αἰώνων. Ἀμήν.

Δόξα... Καὶ νύν... , Κύριε ἐλέησον (γ'), Δέσποτα ἅγιε, εὐλόγησον.

Δόξα σοὶ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοί.

(Ὁ ἀναστὰς ἐκ νεκρῶν) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις της παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει του τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις των τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις του τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, των ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, των ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τὸν Ἁγίων, ἐλέησαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Δι' εὐχῶν των ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ἦχος πλ. α'
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.













Την παρούσα εργασία του εσπερινού, αφιερώνω στη μνήμη των Αγίων Ραφαήλ, Νικόλαο και Ειρήνη τους εν  τη νήσο Λέσβω Αθλήσαντες  και πολλάκις βοηθήσαντες την οικογενειά μου.
                       
                                    Κιλκίς, 3η ημέρα δικαινισίμου Πάσχα του Έτους 2009
                                                           Μαυρογόνατος Ευάγγελος
                                    
Share this article :

ΜΕ ΑΓΑΠΗ ΣΤΗ ΘΕΙΑ ΛΑΤΡΕΙΑ

ΜΕ ΑΓΑΠΗ ΣΤΗ ΘΕΙΑ ΛΑΤΡΕΙΑ

Συνολικές προβολές σελίδας

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger