ΚΑΛΩΣ ΗΛΘΑΤΕ!!! ΚΑΛΗ ΣΑΣ ΠΛΟΗΓΗΣΗ.
Home » » Ἀκολουθία ΑΓ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ ἐξ Ἀσίας

Ἀκολουθία ΑΓ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ ἐξ Ἀσίας

{[['']]}



Ψαλλομένη  τῇ 1η Νοεμβρίου


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ταῖς τῶν θαυμάτων ἀκτῖσι τῶν νοσημάτων ἡμῶν, ἀποσοβεῖτε πάντα, ἀναργύρως τὸν ζόφον, τὴν χάριν ἐφαπλοῦντες τὰς δωρεάς, τοῦ Διδασκάλου πλουτήσαντες, τοῦ ἐπὶ γῆς τὰς ὀδύνας τῶν γηγενῶν, ἀναλαβόντος ἐν τοῖς ὤμοις Αὐτοῦ.

Ἰατρικῶς μὲ τὸν πρῶτον ἐκπαιδευθέντες καλῶς, τὰς ἀλγηδόνας πάντων, ἐκκαθάρατε πίστει· τὸ δεύτερον δὲ πάλιν πνευματικῶς, ἑαυτοὺς καθοπλίσαντες, κατασοβεῖτε θεόθεν καὶ ψυχικῶν, νοσημάτων τὰ λωβήματα.

Ὡς ἀναργύρως τὴν χάριν παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἀπειληφότες πάντων, ἀναργύρως ἰᾶσθε, Ἀνάργυροι τὰς νόσους οὐ μόνον ἡμῶν, τὰς ὀδύνας καθαίροντες, ἀλλὰ καὶ κτήνεσι νέμοντες λογικῶς, τὴν ἀνόρθωσιν ὡς εὔσπλαγχνοι.

Τῶν ψυχικῶν ἀλγηδόνων καὶ τῶν σωμάτων ἀεί, τὰς θεραπείας πᾶσι, ἀναργύρως δωρεῖσθε, σαφῶς τοῖς ἐπιστᾶσι, ὑμῖν γὰρ Χριστός, διὰ τοῦ Πνεύματος δέδωκε, τοῦ ἐνεργεῖν καὶ παρέχειν τῶν ἀσθενῶν, τὰς ἰάσεις τῶν θαυμάτων πιστοῖς. 

Δόξα. Ἦχος β΄.
Μεγάλων ἀξιωθέντες δωρεῶν πανεύφημοι, ἐν ταπεινότητι βίου, ἐν τῇ γῇ ἐπολιτεύθητε, καὶ διερχόμενοι πανταχοῦ, δωρεὰν τῶν νοσούντων τὰ πάθη ἰώμενοι, ὤφθητε Ἀγγέλων συνόμιλοι, Κοσμᾶ σὺν τῷ Δαμιανῷ, ἀδελφοὶ τερπνότατοι· καὶ ἡμῶν τὰ πάθη, ταῖς εὐχαῖς ὑμῶν ἰάσασθε.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄξιον οὖν ἐστί, τιμᾷν καὶ μακαρίζειν, ὑμᾶς τοὺς Ἀναργύρους, Κοσμᾶν Δαμιανόν τε, ὡς ἀσθενῶν ἀκέστορας.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις νῦν ἀληθῶς, δυὰς τῶν Ἀναργύρων, χαρὰν γὰρ ἐκληρώσω, τὴν ἄφραστον καὶ θείαν, ἐν οὐρανοῖς ἀοίδιμε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δέξαι οὖν τὰς λιτάς, δυὰς ἐνδοξοτάτη, τῶν σὲ παρακαλούντων, καὶ σώζε ἐκ κινδύνων, καὶ νόσων τοὺς τιμῶντάς σε.

Δόξα. Τριαδικόν.
Ἄναρχε ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, τοὺς εὐσεβῶς Σε πάντας, θεολογοῦντας σῶζε, λιταῖς τῶν Ἀναργύρων Σου.

Καὶ νῦν. Θεοτοκίον.
Παρθένε τὸν ἐκ Σοῦ, τεχθέντα Θεὸν Λόγον, δυσώπει Θεοτόκε, μετὰ τῶν Ἀναργύρων, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί Σου, δεῖξον τὴν φιλανθρωπίαν Σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν Σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό Κύριε ἐκέκραξα ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν· δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα, χρυσόν ἢ ἄργυρον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο, ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν· ἵνα διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, ἐν παρρησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὕλην ἐβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην, οὐρανοπολῖται δέ, ἐν σαρκὶ ὡς Ἄγγελοι ἐχρημάτισαν, ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ὁμότροπος, τῶν Ἁγίων καὶ ὁμόψυχος· διὸ τοῖς κάμνουσι, πᾶσι τὰς ἰάσεις βραβεύουσιν, ἀνάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν· οὓς ἐν ἐτησίοις, ὑμνήσωμεν ἀξίως ἑορταῖς, ἐν παρρησίᾳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὅλην εἰσοικίσασα, ἐν ἑαυτῇ τὴν Τριάδα, δυὰς ἡ ἀοίδιμος, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεόφρονες, ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, ζωηφόρου τῶν ἰάσεων, ὧν καὶ τὰ λείψανα, πάθη δι’ ἁφῆς θεραπεύουσι, καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι, πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες τῷ Χριστῷ ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερα. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις εὐφημιῶν κάλλεσιν, ἐπαινέσωμεν τῶν Ἀναργύρων, τὴν σεπτὴν δυάδα καὶ ἔνδοξον, τὴν καταλάμψασαν πέρατα, ταῖς ἀκτινοβόλαις τῶν θαυμάτων; Τὴν βρύσιν, τῶν ἰαμάτων τὴν ἀείῤῥητον· τὴν ῥῶσιν, τῶν προστρεχόντων μετὰ πίστεως· ταύτην γὰρ μόνην προέγνω, ὡς ἀξίαν δόξης καὶ χαρᾶς ἀλήκτου.

Ποίοις ὑμνῳδιῶν ᾄσμασι, καταστέψωμεν Κοσμᾶν τὸν θεῖον, καὶ Δαμιανὸν τὸν τρισμάκαρον; Τῆς ἀληθείας τοὺς κήρυκας, καὶ τῶν Ἀποστόλων ὁμόζηλους; Τὰ σκεύη, τοῦ Παρακλήτου τὰ πανάγια· τὰ πᾶσαν, τὴν οἰκουμένην καταρδεύοντα, ταῖς τῶν θαυμάτων σταγόσι· τοὺς Ἀναργύρους τε ἰατρούς, καὶ πρὸς Θεὸν πρεσβευτάς, τὸν δόντα πιστοῖς ἅπασι, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ποίοις οἱ γηγενεῖς ἄνθεσιν, ἀναδήσωμεν τὴν ξυνωρίδα, τὴν φωτοφανῆ καὶ ὑπέρλαμπρον, καὶ καλλυνομένην τῇ χάριτι, τὸ πεφωτισμένον θεῖον ζεῦγος; Κοσμᾶν τε, καὶ Δαμιανὸν τοὺς ἀκέστορας· τοὺς πᾶσι, τοῖς ἀσθενοῦσιν ἰσχὺν νέμοντας, τοὺς ποταμοὺς τῶν θαυμάτων, τοὺς ἀσύλους τε θησαυρούς· δι’ ὧν Χριστὸς ὁ Θεός, δωρεῖται πᾶσιν ἴασιν, σωτηρίαν τε καὶ ἔλεος.

Δόξα. Ἦχος πλ. β’. Ἀνατολίου.
Ἀτελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις, ἣν παρὰ Χριστοῦ ἐκομίσαντο· ὅθεν αὐτῶν καὶ τὰ λείψανα, ἐκ θείας δυνάμεως, διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν, ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα, τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι· δι’ ὧν Κύριε καὶ ἡμᾶς, τῶν τῆς ψυχῶν καὶ σώματος παθῶν ἐλευθέρωσον, ὡς φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9-14).
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ' 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα  (Κεφ. ζ′ 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α'. Ἀνατολίου.
Τὴν χάριν τῶν ἰαμάτων, ἐκ Θεοῦ εἰληφότες, ἀναργύρως τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, θεραπεύετε, παγκόσμιοι Ἀνάργυροι· ὅθεν δι’ ὑμῶν Χριστὸς τοῖς πιστοῖς, τὴν δεδομένην εὐρωστίαν χαριζόμενος, φωστῆρας ἀπλανεῖς ὑμᾶς ἀναδείκνυσι τῇ οἰκουμένῃ· Αὐτῷ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς.
Ἐκ τῆς ἄνωθεν προμηθείας, τὴν τῶν ἰαμάτων ἄβυσσον ἐξαντλήσαντες, πᾶσιν ἀναβλύζετε τοῖς πιστοῖς, τὰς ἰάσεις Ἀνάργυροι· ὑπερφυῶς γὰρ τῶν νοσούντων τὰ πάθη, ἐν χειρουργίαις μυστικαῖς, ἐκ θησαυρῶν τοῦ Πνεύματος, φάρμακα προτιθέντες σωτήρια, τοῖς κάμνουσι θεραπεύετε· ὅθεν ναὸς σεπτὸς γεγονότες, τῆς ζωαρχικῆς Τριάδος, ἐν ὑμῖν σαφῶς τὴν κατοικίαν ποιησαμένης, αὐτῇ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β’. Γερμανοῦ.
Ἀγάλλεται ὁ χορὸς τῶν Ἁγίων εἰς αἰῶνας· βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν. Γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε· δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωὴν αἰώνιον.

Ὁ αὐτὸς.
Ἰατροὶ τῶν ἀσθενούντων, θησαυροὶ τῶν ἰαμάτων, σωτῆρες τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς, τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνωμένους ἰάσασθε, σὺν τῇ Θεοδότῃ, ἱκετεύοντες, Θεὸν τὸν ἀγαθόν, λυτρώσασθαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ.

Ἦχος β'.
Ἡ πηγὴ τῶν ἰαμάτων, ἕνα καὶ μόνον ἐθεράπευε τοῦ ἔτους· ἡ σκηνὴ τῶν Ἀναργύρων, ἅπαν τὸ πλῆθος θεραπεύει τῶν νοσούντων· ἀνενδεὴς γὰρ ὑπάρχει καὶ ἀδαπάνητος, ὁ πλοῦτος τῶν Ἁγίων. Ταῖς αὐτῶν ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.

Ὁ αὐτὸς. Θεοφάνους.
Πόθῳ θείῳ καὶ ἔρωτι τῶν μελλόντων, πρακτικῶς πολιτευσάμενοι, τὰς σωτηρίους ὁδοὺς διηνύσατε· ὅθεν τὸ καθαρὸν τῆς ψυχῆς, ἀκηλίδωτον τηρήσαντες, τῶν ἐνύλων τελείως ἀπέστησε. Πνεύματι δὲ θείῳ χρυσωθέντες, ἀχρύσως τὰς ἰάσεις τοῖς νοσοῦσι παρέχετε, δυὰς ἱερά, φωταυγὴς ξυνωρίς, πεφωτισμένον θεῖον ζεῦγος Ἀνάργυροι, ἐν θλίψεσι καὶ νόσοις ἐπισκεπτόμενοι ἡμᾶς, καὶ τῶν ψυχῶν ἡμῶν τὰς νόσους, ἀναργύρως ἰώμενοι.

Ὁ αὐτὸς. Γερμανοῦ.
Μεγάλων ἀξιωθέντες δωρεῶν πανεύφημοι, ἐν ταπεινότητι βίου, ἐν τῇ γῇ ἐπολιτεύσασθε· καὶ διερχόμενοι πανταχοῦ, δωρεὰν τῶν νοσούντων τὰ πάθη ἰώμενοι, ὤφθητε Ἀγγέλων συνόμιλοι, Κοσμᾶ σὺν τῷ Δαμιανῷ τῷ σοφῷ ,ἀδελφοὶ τερπνότατοι, καὶ ἡμῶν τὰ πάθη, ταῖς εὐχαῖς ὑμῶν ἰάσασθε.

Ἦχος πλ. β΄.
Φαιδρὰ καὶ ἐπίφωτος ἀνέτειλε σήμερον, ἡ μνήμη τῶν Ἀναργύρων Χριστοῦ, λαμπρῶς καταλαμπρύνουσα, ταῖς ἀκτῖσι τῶν θαυμάτων. Δεῦτε τῇ σορῷ τῶν Ἁγίων, προθύμως πάντες συνδράμωμεν, ὅπως τὴν ταχίστην ἴασιν, παρ’ αὐτῶν κομισώμεθα· ἀναργύρως γὰρ παρέχουσι πᾶσι, τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τῶν ἰαμάτων τὰ χαρίσματα.

Δόξα. Ἦχος πλ. δ'.
Τὶς μὴ θαυμάσει; τὶς μὴ δοξάσει; τὶς μὴ ὑμνήσει πιστῶς, τῶν σοφῶν καὶ ἐνδόξων Ἀναργύρων τὰ θαύματα; ὅτι καὶ μετὰ τὴν ἁγίαν αὐτῶν μετάστασιν, πᾶσι χορηγοῦσι τοῖς προστρέχουσι πλουσίως τὰ ἰάματα, καὶ τὰ τίμια καὶ ἅγια λείψανα αὐτῶν, βρύουσι τὴν χάριν τῶν ἰάσεων. Ὦ δυὰς ἁγία! ὦ τίμιαι κάραι! ὦ σοφία καὶ δόξα, τῆς ἐκ Θεοῦ δοθείσης ἡμῖν χάριτος! Διὸ ὕμνοις ᾄσωμεν τῷ εὐεργέτη Θεῷ, τῷ ἀναδείξαντι τούτους, εἰς ἰατρείαν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις, τῶν Ἀναργύρων δυάς, σεπτὴ ἡ θεία τὸν Θεὸν ἀγαπήσαντες, ψυχῆς ἐξ ὅλης καρδίας, καὶ διανοίας σοφοί, καὶ ἰσχύος ἄγαν ὡς ἐχέφρονες· δι’ Ὃν ἠγαπήσατε, ὁλοψύχως μακάριοι, καὶ τὸν πλησίον, ἑαυτῶν πλέον ἔνδοξοι, θεῖοι πρόμαχοι, ὡς ἐν ἔργῳ ἐδείξατε, τόπους γὰρ ἀμειβόμενοι, καὶ σφόδρα συμπάσχοντες, πᾶσι πιστοῖς ἀναργύρως, ἐχορηγεῖτε τὴν ἴασιν· Χριστὸν οὖν δοθῆναι, ἱκετεύσατε τοῖς πᾶσι τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, τῶν Ἀναργύρων δυάς, καὶ αὐταδέλφων ἑαυτοὺς καταγώγια, Τριάδος τῆς ὑπερθέου, ἐνδεδειχότες σοφοί, τῇ καθάρσει πάντων καὶ ἁγνότητι, ψυχῆς καὶ τοῦ σώματος, λαμπρὰ ὤφθητε κάτοπτρα, καὶ ἐξ Αὐτῆς τε, νῦν λαμπρῶς ἐλλαμπόμενοι, ἀναδείκνυστε, ὥσπερ ἥλιοι πάμφωτοι, πᾶσαν γὰρ τὴν ὑφήλιον, ᾀεὶ καταυγάζετε, ταῖς τῶν θαυμάτων ἀκτῖσι, σκότος παθῶν ἀπελαύνοντες· οὓς νῦν δυσωποῦμεν, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ἡ ἱερὰ ξυνωρίς, τῶν Ἀναργύρων τὴν ὑφήλιον ἅπασαν, ᾀεὶ ἐπισκεπτομένη, καὶ μετὰ πότμον καλῶς, ὡς καὶ ζῶσα φίλτρῳ τῷ πρὸς Κύριον, καὶ τῇ συμπαθείᾳ τε, τῇ πρὸς πάντας πανόλβιοι, κοινοὶ σωτῆρες, καὶ θερμότατοι πρόμαχοι, ἐνδεικνύμενοι, καὶ σοφοὶ ἰσαπόστολοι· πάντας οὖν τοὺς γεραίροντας, τὴν μνήμην ὑμῶν Ἅγιοι, Κοσμᾷ θεόφρον συνάμα, Δαμιανῷ τῷ ὁμαίμονι, Χριστὸν δυσωπεῖτε, τοῦ ῥυσθῆναι πάσης νόσους, καὶ δεινῆς θλίψεως.

Δόξα. Ἦχος πλ. β'.
Πάντοτε ἔχοντες Χριστόν, ἐνεργοῦντα ἐν ὑμῖν, Ἅγιοι Ἀνάργυροι, θαυματουργεῖτε ἐν κόσμῳ, ἀσθενοῦντας θεραπεύοντες· καὶ γὰρ τὸ ἰατρεῖον ὑμῶν, πηγὴ ὑπάρχει ἀνεξάντλητος, ἀντλουμένη δὲ μᾶλλον ὑπερεκβλύζει, καὶ χεομένη περισσεύεται, καθ’ ἑκάστην κενουμένη καὶ πληθυνομένη, πᾶσι χορηγοῦσα καὶ μὴ λειπομένη, καὶ οἱ ἀρυόμενοι κορέννυνται ἰάματα, καὶ αὕτη διαμένει ἀδαπάνητος. Τὶ οὖν ἡμᾶς καλέσωμεν; θεράποντας ἰατρούς ψυχῶν τε καὶ σωμάτων; ἰατῆρας παθῶν ἀνιάτων δωρεάν ἰωμένους ἅπαντας; εἰληφότας χαρίσματα, παρὰ τοῦ Σωτῆρος Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν Ἀναργύρων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῶν θείων καὶ σεπτῶν, Ἀναργύρων τὴν μνήμην, Κοσμᾶ Δαμιανοῦ, τῶν ἡμῶν πολιούχων, τελέσωμεν φιλέορτοι, κατὰ χρέος γηθόμενοι, καὶ γὰρ πέλουσι, κοινοὶ προστάται καὶ σῶσται, πάσαις θλίψεσι, πάντας ῥυόμενοι τάχος, τοὺς πίστει προστρέχοντας.

Δόξα.
Ἀνάργυροι σεπτοί, ξυνωρὶς θειοτάτη, Κοσμᾶ Δαμιανέ, ἰατροὶ θεοφόροι, Τριάδος ὑπέρμαχοι, Θεοῦ Λόγου οἱ κήρυκες, τοὺς γεραίροντας, τὴν ἱερὰν ὑμῶν μνήμην, νόσων ζάλης τε, καὶ ἐκ παντοίας ἀνάγκης, ἐν τάχει λυτρώσασθαι.

Καὶ νῦν. Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Ἐξ ἀναργύρων θησαυρῶν θαυματουργοῦντες, ταῖς ὑπερτίμοις δωρεαῖς τῶν χαρισμάτων, ἀνεδείχθητε πόθῳ τῆς φιλοθεΐας, τὸν πλοῦτον καταλιπόντες ἐπὶ τῆς γῆς, καὶ δόξαν ἀπολαβόντες ἐν οὐρανοῖς, ὅθεν ὕμνον προσάγομεν, τῷ πάντων Δημιουργῷ, τῷ χάριν δεδωκότι ὑμῖν, τοῦ ἰᾶσθαι νοσήματα.

Δόξα. Ὁ αὐτός. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ πηγῶν τοῦ Σωτῆρος θαυματουργοί, τῶν θαυμάτων τὰ ῥεῖθρα θεοπρεπῶς, ἀντλήσαντες Ἅγιοι, μυστικαῖς ἐπομβρίαις τε, τῶν παθῶν τὰς ζοφώδεις, νεφέλας ἐλαύνετε, καὶ νοσοῦσιν ἀνθρώποις, ἰάσεις παρέχετε, ὅθεν οἱ τυχόντες, ῥωστικῆς θυμηδίας, ὑμῶν τὰ παράδοξα, ἐκπληττόμενοι κράζομεν· θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· χαῖρε Κόρη πανύμνητε, ἡ τῆς χαρᾶς αἰτία, καὶ λύσις τῆς θλίψεως, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις Σου, ἐκ πειρασμῶν παντοίων, καὶ πάσης κακώσεως· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν, διὰ τοῦτο βοῶμέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι τῶν πταισμάτων ἄφεσιν, τοῖς Σὲ τιμῶσιν ἐν πίστει, ὡς πάντων μεσίτριαν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ποταμοὺς ἰάσεων, τοὺς Ἀναργύρους, ὁ Χριστὸς ἀνέδειξεν, ἐκ τῆς τοῦ Πνεύματος πηγῆς, ἀρδευομένους καὶ χάριτι, παθῶν παντοίων, ἐκπλύνοντας ἅπαντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ θερμὴ ἀντίληψις, τῶν ἐν ἀνάγκαις, Σὺ ὑπάρχεις Δέσποινα, εὐλογημένη Μαριάμ, διὸ τοὺς δούλους Σου φύλαττε, ἀπὸ παντοίων, κινδύνων καὶ θλίψεων.

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Μάρκον: Τῷ καιρῷ ἐκείνῳ, προσκαλεῖται ὁ Ἰησοῦς τοὺς δώδεκας μαθητάς... (Ζήτει τῇ Τετάρτῃ τῆς ΙΕ΄ ἑβδομάδος τοῦ Ματθαίου).

Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀναργύρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀγάλλεται ἡ δυὰς τῶν Ἀναργύρων εἰς αἰῶνας· Βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν· γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε· δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωὴν αἰώνιον.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ΄ καὶ β΄ τῶν Ἁγίων εἰς η΄.

Κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχίς: Ὕμνοις γεραίρω τοὺς σοφοὺς Ἀναργύρους. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδή α’. Ἦχος α’. ᾌσωμεν πάντες λαοί.
Ὑπὸ τῆς χάριτος, τῆς ἀρχικῆς Τριάδος, ἡ δυὰς ἡ θαυμαστὴ καὶ σεβάσμιος, φωτιζομένη πᾶσιν ἰάματα, τοῖς προσιοῦσι πιστῶς, παρέχει ἀενάως, ἀναβλυστάνουσα.

Μυσταγωγούμενοι, τοῖς ζωηφόροις λόγοις, ὡς φωστῆρες ἐν κόσμῳ ἐξέλαμψαν, τὴν τῶν παθῶν ὁμίχλην, εὐκόλως διασκεδάζοντες, τῇ ζέσει τῆς πίστεως, οἱ Παμμακάριστοι.

Νόμῳ πειθόμενοι, τῷ τοῦ Σωτῆρος πᾶσαν, ἡδυπάθειαν σαρκὸς μὲν ἀπέθεντο, ταῖς ἀρεταῖς ψυχὰς δέ, φανότατα καταλαμπρύναντες, ἐν κόσμῳ διέπρεψαν, οἱ ἀξιάγαστοι.

Θεοτοκίον.
Ὅλον τὸν ἄνθρωπον, ἐν σῇ γαστρὶ σκηνώσας, Θεομῆτορ ἀπορρήτως ἠμφιάσατο, ὁ ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς ἀχρόνως ὁ ὑπέρθεος, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Κανὼν δεύτερος, ἔχων Ἀκροστιχίδα τὴν δὲ: Δυὰς με σῴζοις τῶν σοφῶν Ἀναργύρων. Ἰωσήφ.

ᾨδὴ α’. Ἦχος δ’. Τριστάτας κραταιούς.
Δυὰς φωτοειδής, τῶν σοφῶν Ἀναργύρων, Τριάδι τῇ σεπτῇ, σὺν πᾶσιν ἐκλεκτοῖς, παρεστῶσα ἱκέτευε, μνήμην σου τὴν φωτοφόρον, τοὺς τελοῦντας φωτίζεσθαι, ταῖς τοῦ Πνεύματος θείαις λαμπροτησιν.

Ὑπέρτερον τὸν νοῦν, τῶν ἐνύλων δεικνύντες, τὰς ἀΰλους ἀστραπάς, τοῦ Πνεύματος σοφοί, ὑπεδέξασθε Ἅγιοι· ὅθεν σκότος νοσημάτων, διαλύετε πάντοτε, ἐπισκέψεσι θείαις Ἀνάργυροι.

Ἀνύστακτον ψυχῆς, κεκτημένοι τὸ ὄμμα, πρὸς ἐκπλήρωσιν Θεοῦ, τῶν θείων ἐντολῶν, τοὺς ὑπνοῦντας νοσήμασιν, ἔνδοξοι πρὸς εὐρωστίαν, διϋπνίζετε χάριτι, συμπαθεῖς θεοφόροι Ἀνάργυροι.

Θεοτοκίον.
Σωτῆρα καὶ Θεόν, ἐξ ἀγνῶν σου αἱμάτων, ἐσωμάτωσας Ἁγνή, τὸν δείξαντα ἡμῖν, ἰατροὺς τῶν παθῶν ἡμῶν, Ἄχραντε σωτηριώδεις, καὶ θερμοὺς ἀντιλήπτορας, τούς σεπτοὺς Ἀναργύρους ἐν Πνεύματι.

ᾨδὴ γ’.  Στερέωσόν με Χριστέ.
Ἰάσεων τὰς πηγάς, τῶν δωρεῶν τε τῶν θείων τοὺς ὀχετούς, τοῦ ἀΰλου φωτὸς τὰ λαμπρότατα, δοχεῖα ἅπαντες, ἀξίως ὑμνήσωμεν.

Σωμάτων τε καὶ ψυχῶν, ὡς ἰατρεύοντες πάθη τὰς ἀρρωστίας, τῶν προσιόντων ὑμῖν Πανσεβάσμιοι, προθύμως νῦν, ὡς εὐεργέται θεραπεύετε.

Γονίμοις ἐν ἀρεταῖς, κατακοσμούμενοι πᾶσαν τὴν φθειρομένην, τρυφὴν τοῦ βίου σαφῶς ἀπεκρούσαντο, τῷ θείῳ κάλλει, ἀνενδότως ἀτενίζοντες.

Θεοτοκίον.
Ἐν εἴδει τῷ καθ’ ἡμᾶς, ὁ πρὶν ἀνείδεος ὤφθη Θεογεννῆτορ, συνεισδραμούσης σαρκὶ τῆς θεότητος, ἐν μήτρᾳ σου, τῆς παναγίας Θεόνυμφε.

Κανὼν δεύτερος. Οὐκ ἐν σοφίᾳ.
Μύρον εὐῶδες, ἰαμάτων ὁ θεῖος ναὸς ὑμῶν, ἀναβλύζων ἱερῶς, ταῖς ἐπομβρίαις τοῦ Πνεύματος, πάθη δυσωδέστατα, ἐκπλύνει πάντοτε.

Ἐπουρανίαις, ἐν σκηναῖς αὐλιζόμενοι πάντοτε, τὴν σκηνὴν ὑμῶν ἀεί, πηγὴν ἰάσεων Ἅγιοι, χάριτι δεικνύετε, τοῦ Παντοκράτορος.

Σαρκὸς τὰ πάθη, ἐγκρατείας κημῷ χαλινώσαντες, τὰς τοῦ Πνεύματος αὐγάς, πλουσιωτάτως ἐδέξασθε· ὅθεν ταῖς ἰάσεσι, κόσμον πλουτίζετε.

Θεοτοκίον.
Ὡραιοτάτην, ἐν γυναιξὶ σε Θεὸς ἐξελέξατο, καὶ ἐκ σοῦ σωματικῶς, Ἁγνὴ τεχθῆναι εὐδόκησεν, ὁ ἀναπαυόμενος, ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, χορηγοῦσα θείων, ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Ὅμοιον.
Ἰαμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι· τῶν γὰρ παθῶν τὴν φλόγα, τῇ πίστει δροσίζοντες, τῶν πιστῶν ἐν ταύτῃ, τὸ φρόνημα θάλπετε· ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐν αὐτῷ καταφεύγομεν, Θεοφόροι Ἀνάργυροι· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν, διὰ τοῦτο βοῶμέν σοι· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι ἄφεσιν τοῖς δούλοις σου, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄσπορον τόκον σου.

ᾨδὴ δ᾿. Κατενόησα Παντοδύναμε.
Ῥήσει θείᾳ σαφῶς ἑπόμενοι, οὐ χρυσοῦ λαμπηδόνας, οὐδὲ ἀργυρίου θεῖοι ἐκτήσασθε.

Ἀπαστράπτοντες θείοις θαύμασιν, οἱ Ἀνάργυροι πάντας, εὐεργετοῦσι χάριν βραβεύοντες.

Ἰατροὶ σοφοὶ ἀνεδείχθητε, τῶν παθῶν ταῖς ὀδύναις, ἀλεξικάκους χεῖρας προσάγοντες.

Θεοτοκίον.
Ῥαπιζέσθωσαν νῦν τὰ πρόσωπα, τῶν μὴ σὲ Θεοτόκον ὁμολογούντων, πάναγνε Δέσποινα.

Κανὼν δεύτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Ζωηφόροις ἐνεργείαις, ὁλικαῖς ἐπιδόσεσι, τὰ θανατηφόρα, πάθη τῶν βροτῶν θεραπεύετε, φωτοειδέστατοι στῦλοι, πύργοι ἄσειστοι, τῆς Ἀμπέλου, τῆς ἀληθινῆς θεῖα κλήματα.

Οἱ μαζοὶ τῆς Ἐκκλησίας, οἱ τὸ γάλα προχέοντες, τὸ τῶν ἰαμάτων, οἱ πεφωτισμένοι Ἀνάργυροι, οἱ διατρέφοντες πάντας, θείοις βρώμασιν, εὐφημείσθωσαν, χαρμονικοῖς μελῳδήμασιν.

Ἰατρεῖον ἀνεδείχθη, ὁ ναὸς ὑμῶν Ἅγιοι, τῶν χειμαζομένων, ἄκλυστος λιμὴν καὶ σωτήριος, ἐν ᾧ προστρέχοντες πάντες κομιζόμεθα, τὴν γαλήνην, καὶ τὴν τῶν δεινῶν ἀπολύτρωσιν.

Θεοτοκίον.
Συμπαθείας με Παρθένε, τῆς ἐν σοὶ καταξίωσον, ἡ τεκοῦσα Λόγον, μόνον ἀληθῶς συμπαθέστατον, τὸν συμπαθεῖς τοὺς Ἁγίους ἀναδείξαντα, ἰατῆρας, καὶ θαυματουργούς ἐν τοῖς πέρασιν.

ᾨδὴ ε᾿. Ἐκ νυκτὸς ὀρθρίζοντες.
Ὡς κρουνοὶ θεόρρυτοι, πηγάζετε πιστοῖς, εὐεργεσίας νάματα, τῆς ψυχῆς τε καὶ τοῦ σώματος, θεραπεύοντες νόσους, Ἀνάργυροι ἔνδοξοι.

Τὴν πηγὴν τῆς χάριτος, Ἀνάργυροι σεπτοί, ἀναστομοῦντες ἅπασιν, εὐρωστίαν διανέμετε, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμῖν νῦν προστρέχουσιν.

Οἱ λαμπροὶ καὶ πάνσοφοι, ἀστέρες οἱ τὴν γῆν, προφανῶς οὐρανώσαντες, ἐν μιμήσει τῆς λαμπρότητος, τῶν Ἀγγέλων ἀπαύστως, ἡμᾶς καταυγάζουσιν.

Θεοτοκίον.
Ὑπερτέρα πέφηνας, τὸν πάντων ποιητήν, τὸν τῷ Πατρὶ συνάναρχον, συλλαβοῦσα Μητροπάρθενε, καὶ τεκοῦσα τῷ κόσμῳ, Σωτῆρα καὶ Κύριον.

Κανὼν δεύτερος. Ἐξέστη τὰ σύμπαντα.
Ταῖς θείαις λαμπρότησι, σαφῶς καταστραπτόμενοι, πάντα περιέρχεσθε τὸν κόσμον, πάντας ἀνθρώπους καταφωτίζοντες, σκότος ἐκδιώκοντες παθῶν, δαίμονας ἐλαύνοντες, θεοφόροι Ἀνάργυροι.

Ὡς δύω φωτίζετε, φωστῆρες τὴν ὑφήλιον, πνευματοκινήτως θεοφόροι, πᾶσαν τὴν κτίσιν περιερχόμενοι, καὶ τοὺς ἐπὶ κλίνης ὀδυνῶν προσεπισκεπτόμενοι, καὶ δεινῶν ἐξαιρούμενοι.

Νοσοῦσι τὴν ἴασιν, παθῶν καὶ ἀπολύτρωσιν, ἐπιχορηγοῦντες ἀναργύρως, πάντων προστάται μέγιστοι ὤφθητε, πάντων βοηθοὶ μετὰ Θεόν, πάντων ἀντιλήπτορες, θεοφόροι Ἀνάργυροι.

Θεοτοκίον.
Σοφίαν ἐκύησας, Θεοῦ τὴν ἐνυπόστατον, ἄχραντε Παρθένε Θεοτόκε, τὴν τοὺς Ἁγίους πανσόφους ἀναδείξασαν, δι’ ὧν τοῦ κακίας σοφιστοῦ, πέπτωκε τὸ φρύαγμα, καὶ δεινὰ πανουργεύματα.

ᾨδὴ ς᾿. Τὸν Προφήτην διέσωσας.
Σωτηρίους θεράποντας, εὐεργέτας θεόφρονας, Κοσμᾶν καὶ Δαμιανὸν τοὺς θείους, προθύμως τιμήσωμεν.

Σωφροσύνην τηρήσαντες, καὶ φρονήσει κοσμούμενοι, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεῖοι, Χριστῷ συναγάλλονται.

Ὁμοφρόνως οἰκήσαντες, ὁμοψύχως ἀσκήσαντες, ὁμοῦ τὰς ἰάσεις βραβεύειν, ἡμῖν ἐπιστεύθητε.

Θεοτοκίον.
Φῶς ἀπρόσιτον τέτοκας, μετὰ σώματος Πάναγνε, τὸ πάντα τὸν κόσμον φωτίζον, αὐγαῖς τῆς θεότητος.

Κανὼν δεύτερος. Θύσω σοι, μετὰ φωνῆς.
Οὐ τέχνῃ, ἀνθρωπίνῃ ἐν θείᾳ δὲ χάριτι, ἀποκαθαίρετε νόσους, τῶν ἀνθρώπων Ἔνδοξοι, διὰ τοῦτο, κατὰ χρέος, εὐφημοῦντες ὑμᾶς μακαρίζομεν.

Φιλίᾳ, πρὸς Χριστὸν θεοφόροι συνδούμενοι, πᾶσαν κακίαν δαιμόνων, διαλύετε θείᾳ χάριτι· διὰ τοῦτο, τὴν ὑμῶν ἐκτελοῦμεν πανήγυριν.

Ὡς ὄντες, τῆς Ἀμπέλου τῆς θείας βλαστήματα, οἶνον ἡμῖν ἰαμάτων, τοῖς ἐν κατηφείᾳ τῶν νοσημάτων, κεραννύντες, εὐφροσύνης πληροῦτε Ἀνάργυροι.

Θεοτοκίον.
Ναὸν σε, καθαρὸν ἀπειργάσατο Δέσποινα, ὁ καθαρώτατος Λόγος, ὁ τὸν θεῖον οἶκον τῶν Ἀναργύρων, μεγαλύνων, ἐν σημείοις καὶ τέρασι πάντοτε.

Κοντάκιον. Ἦχος β’.
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ θαυματουργοὶ Ἔνδοξοι, ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση κατεβάλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.

Ὁ Οἶκος.
Πάσης συνέσεως καὶ σοφίας ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν· τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν καμοί, διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Θεοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

Συναξάριον.
Μὴν Νοέμβριος, ἔχων ἡμέρας λ΄.
Ἡ ἡμέρα ἔχει ὥρας ι΄ καὶ ἡ νὺξ ὥρας ιδ΄.
Τῇ α' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.
Εἰ καὶ παρῆκαν γῆν Ἀνάργυροι δύω,
πληροῦσι ὡς πρίν, καὶ πάλιν γῆν θαυμάτων.
Ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Σὲ νοητήν.
Ὅλοι Θεοῦ, θεοφρόνως ὤφθητε, ὅλοι Θεοῦ χωρητικοί· τὸν γὰρ κόσμον διὰ Θεόν, πάντα κατελίπετε, ἴχνεσιν ἑπόμενοι, τοῖς τοῦ Σωτῆρος Πανένδοξοι, θεοπρεπῶς, τὸν τῶν Πατέρων Θεὸν καταγεραίροντες.

Ὑπερφυῶς, ἰατροὶ πανάριστοι, τῶν ἀσθενούντων τὰς πληγάς, χειρουργίαις ταῖς μυστικαῖς, πάσας θεραπεύετε, φάρμακα σωτήρια, ἐκ θησαυρῶν ἀρυόμενοι, τῶν θεϊκῶν, ἀνυμνοῦντες Θεὸν τὸν ὑπερένδοξον.

Στέφει τῆς σῆς, βασιλείας Δέσποτα, καὶ διαδὴματι λαμπρῷ, κατεκόσμησας εὐπρεπῶς, τοὺς ὑπερποθήσαντας, κάλλος τὸ ἀμήχανον Χριστὲ τῆς σῆς ὡραιότητος; καὶ τοῖς πιστοῖς, εὐεργέτας κοινοὺς τούτους ἀνέδειξας.

Θεοτοκίον.
Ἀνατολῆς, τῆς ἐξ ὕψους Πάναγνε, φανερωθείσης ἐπὶ γῆς, ἀνεδείχθης πανευπρεπής, πύλη καὶ ὁλόφωτος, κόσμον καταυγάζουσα, μαρμαρυγαῖς καθαρότητος, καὶ τοῖς πιστοῖς, λαμπηδόνας ἀεὶ θαυμάτων πέμπουσα.

Κανὼν δεύτερος. Ἐν τῇ καμίνῳ.
Ἀναστομοῦντες, τὴν πηγὴν τὴν θεόσδοτον Ἅγιοι, πᾶσι ποταμοὺς ἐκβλύζετε καθαρῶν, ἰαμάτων ἀποπλύνοντες, παθῶν μιάσματα, καὶ δαιμόνων κακίαν ὀλέθριον.

Νενευρωμένη, τῇ ῥωστικῇ τοῦ Πνεύματος χάριτι, ῥῶσιν ἀσθενοῦσι πάντοτε χορηγεῖ, ἡ δυὰς τῶν Ἀναργύρων σου, ἡ ἀξιέπαινος, Λόγε Θεοῦ σοφία καὶ δύναμις.

Ἅγιος μόνος, εἶ ὁ δοξάζων τοὺς Ἁγίους σου, κόσμον δι’ αὐτῶν λυτροῦσαι γὰρ τῶν δεινῶν, καὶ φωτίζεις τοὺς κραυγάζοντας· εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον.
Ῥάβδος ἐκ ῥίζης, Ἰεσσαὶ σὺ ἀνεβλάστησας, ἄνθος, τὸν Χριστὸν βλαστήσασα Μαριάμ, τὸν ὡς ἄνθεσι τοῖς θαύμασι, καθωραΐσαντα, τοὺς αὐτοῦ Ἀναργύρους θεράποντας.

ᾨδὴ η’. Ἐν καμίνῳ Παῖδες Ἰσραήλ.
Νεκρωθέντες κόσμου τοῖς τερπνοῖς, καὶ τῆς φιλαργυρίας, τὴν νόσον ἀποτεμόντες, ὠνομάσθητε σοφοί, τοῖς πᾶσιν Ἀνάργυροι, τοῖς βοῶσι· πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Αἰωνίου μέτοχοι ζωῆς, γεγόνατε προδήλως· ζωῆς γὰρ τῆς φθειρομένης, κατελίπετε τερπνά, συμφώνως κραυγάζοντες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ῥῦσαι πάντας Δέσποτα Χριστέ, δεινῶν ἀρρωστημάτων, πρεσβείαις τῶν Ἀναργύρων, καὶ ἀξίωσον ἀεί, συμφώνως κραυγάζειν σοι· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Γεγηθότες πάντες οἱ πιστοί, καὶ χάριτι ῥωσθέντες οἱ τόκῳ λελυτρωμένοι, Μητροπάρθενε τῷ σῷ, ἀπαύστως κραυγάζομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν δεύτερος. Χεῖρας ἐκπετάσας Δανιὴλ.
Γυμνοὶ πάσης ὤφθητε ἐχθροῦ, κακίας Ἅγιοι, τῷ θείῳ Πνεύματι, ἡμῖν γενόμενοι ἔνδυμα, σωτηρίας καὶ ἀφέσεως, καταστολὴ καὶ τῶν δεινῶν, ἀπαλλοτρίωσις τοῖς βοῶσι, πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Υἱοὶ κατὰ μέθεξιν Θεοῦ, Δαμιανὲ καὶ Κοσμᾶ, πίστει γενόμενοι, πατρῷον κλῆρον νῦν εὕρατε, τὴν οὐράνιον ἀπόλαυσιν, καὶ τῶν θαυμάτων τὴν φαιδράν, ὄντως ἐνέργειαν, καὶ βοᾶτε· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ῥανίσιν ὑμῶν θεουργικαῖς, τὸν ῥύπον πλύνατε, τὸν ψυχικὸν ἡμῶν, καὶ τὰ ἐπώδυνα Ἅγιοι, φυγαδεύσατε νοσήματα, καὶ τῶν δαιμόνων τὰς ὁρμάς, ἀποδιώξατε, ὡς ἰατῆρες ἡμῶν συμπαθέστατοι.

Ὡς κρίνα ὡς ἄνθη νοητά, ὡς ῥόδα Πνεύματι, ὡραϊζόμενοι, ἡμῖν ἐδείχθητε Ἅγιοι, εὐωδίαν ἀποπέμποντες, καὶ τὸ δυσῶδες τῶν παθῶν ἀποδιώκοντες, τῶν βοώντων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.
Νεκροῦται ὁ θάνατος ἐν σοί· ζωὴν γὰρ ἔτεκες, τὴν ἐνυπόστατον, Χριστὸν τὸν Κύριον Ἄχραντε, τὸν προστάτας τῆς ζωῆς ἡμῶν, τοὺς Ἀναργύρους ἰατρούς, βοῶντας δείξαντα· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ’. Σὲ τὴν φαεινὴν λαμπάδα.
Ὕμνοις τὴν σοφὴν δυάδα, τοῦ φωτὸς τοῦ νοητοῦ, ἀπαστράπτουσαν αἴγλην, καὶ φωτισμοῦ τοῖς πᾶσι μεταδιδοῦσαν, ἀπαύστως μακαρίσωμεν.

Ῥώμην ψυχικῆς ὑγείας, ἐμποιοῦντες τοῖς πιστοῖς, καὶ σωμάτων ἰᾶσθαι, πεπιστευμένοι, πάθη οἷα σωτῆρες, ἀξίως ἀνυμνεῖσθε ἀεί.

Οἱ θεοφεγγεῖς φωστῆρες, νοητῶς τὸν οὐρανόν, τῆς σεπτῆς Ἐκκλησίας, φωτοδοσίας χύσει νῦν δᾳδουχοῦντες, ἀπαύστως καταυγαζουσιν.

Ὑπὸ τῆς σεπτῆς Τριάδος, ἡ θεόκλητος δυάς, σθενουμένη προχέει, τῶν ἰαμάτων πᾶσι τὰς χορηγίας, τοῖς πόθῳ μακαρίζουσι.

Θεοτοκίον.
Σὲ τὴν τοῦ φωτὸς νεφέλην, καὶ ἁγίαν κιβωτόν, τὴν ὁλόφωτον πύλην, τοῦ νοητοῦ Ἡλίου ὡς Θεοτόκον, ἐν ὕμνοις μεγαλύνομεν.

Κανὼν Δεύτερος. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Ἰδοὺ δὴ τὶ καλὸν ἢ τὶ τερπνὸν φησιν, ἀλλ’ ἢ μόνον τὸ οἰκίζεσθαι, νῦν ἀδελφοὺς ἐν ὁμονοίᾳ, εἰς τόπους φωταυγεῖς, εἰς σκηνώματα οὐράνια, εἰς δόξαν ἀμάραντον, οὓς ἐπαξίως μακαρίσωμεν.

Ὡς μέγιστος οὗτος ὁ ναὸς τοῖς θαύμασι, καθ’ ἑκάστην σεμνυνόμενος, ἔνθα ἀεὶ ἐπιδημοῦντες, Κοσμᾶ Δαμιανὲ ἀξιάγαστοι, τὴν ῥῶσιν τοῖς δεομένοις παρέχετε· ὅθεν ἀξίως μακαρίζεσθε.

Σήμερον συγχαίρουσιν ἡμῖν μακάριοι, ἐν τῇ μνήμῃ ὑμῶν Ἄγγελοι, θεῖοι Ἀπόστολοι Προφῆται, καὶ Ὅσιοι καὶ Δίκαιοι ἅπαντες· μεθ’ ὧν περιχαρῶς αὐλιζόμενοι, ὑπὲρ τοῦ κόσμου ἱκετεύσατε.

Ἡ θεία δυὰς καὶ φωταυγὴς, Ἀνάργυροι θεοφόροι πανσεβάσμιοι, ἄφεσιν τῶν ἁμαρτημάτων, διόρθωσίν τε βίου αἰτήσασθε, καὶ πάντων τῶν δεινῶν ἀπολύτρωσιν, τοῖς εὐφημοῦσιν ὑμᾶς πάντοτε.

Θεοτοκίον.
Φωτὸς οἰκητήριον Ἁγνὴ γεγένησαι, τοῦ τὰ πάντα καταυγάσαντος, καὶ φωτοφόρους τοὺς Ἁγίους, δεικνύντος νῦν τὸ σκότος ἐξαίροντας, παθῶν τῶν ψυχοφθόρων ἐν Πνεύματι, Ἄχραντε μόνη πολυΰμνητε.

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, θεραπεύετε νόσους, καὶ ἰᾶσθε ἅπαντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει· διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.

Θεοτοκίον.
Ἐκύησας Πανάχραντε, τοῦ Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Νάμασι τοῦ Πνεύματος, ὡς ποταμοὶ προσκλυζόμενοι, καὶ σαφῶς πελαγίζοντες, τὴν κτίσιν ἀρδεύετε, ταῖς θεοσημείαις, καὶ ταῖς παραδόξοις, τῶν ἰαμάτων παροχαῖς, καὶ ψυχοφθόρα πάθη ξηραίνετε, καὶ νόσους θεραπεύετε, καὶ φυγαδεύετε πνεύματα, θεοφόροι Ἀνάργυροι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Πάθη ἀλογώτατα, καθυποτάξαντες ἔνδοξοι, ψυχικαῖς ταῖς δυνάμεσι, ἀνθρώποις καὶ κτήνεσι, τὰς εὐεργεσίας, ἐπιχορηγεῖτε, παρὰ Χριστοῦ τὴν δωρεάν, τῶν ἰαμάτων καταπλουτήσαντες, διὸ τὴν ἱερὰν ὑμῶν, καὶ φωτοφόρον πανήγυριν, ἐκτελελοῦντες αἰτούμεθα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

Ὁ θεῖος ναὸς ὑμῶν, ὡς οὐρανὸς ἀναδέδεικται, φωταυγὴς καὶ ὑπέρλαμπρος, ὡς ἄστρα τὰ θαύματα, τὰ σωτηριώδη, νῦν προσκεκτημένοι, καὶ ὥσπερ ἥλιον φαιδρόν, τῶν ἰαμάτων θείαν ἐνέργειαν, Κοσμᾶ μακαριώτατε, Δαμιανὲ παμμακάριστοι, Ἀναργύρων οἱ ἔξαρχοι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Ἅγιοι Ἀνάργυροι, καὶ ἰατροὶ παμμακάριστοι, τοὺς ὑμῶν νῦν γεραίροντας, μνήμην τὴν πανίερον, ῥύσασθαι κινδύνων, πάσης ἁμαρτίας, καὶ καταιγίδος τῶν παθῶν, καὶ τυράννιδος ἐκδιασώσατε, Κοσμᾶ θαυμασιώτατε, Δαμιανὲ ἅμα ἀοίδιμε, τῷ Κυρίῳ πρεσβεύοντες, ἀεννάως πανόλβιοι.

Δόξα. Ἦχος δ’. Θεοφάνους.
Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ, καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ἰατροὺς τοὺς θείους, καὶ θεράποντας τοῦ Χριστοῦ, Κοσμᾶν ἐν αἰνέσει, Δαμιανὸν ἐν ὕμνοις, τοὺς θείους Ἀναργύρους, καὶ αὐταδέλφους τε.


Share this article :

ΜΕ ΑΓΑΠΗ ΣΤΗ ΘΕΙΑ ΛΑΤΡΕΙΑ

ΜΕ ΑΓΑΠΗ ΣΤΗ ΘΕΙΑ ΛΑΤΡΕΙΑ

Συνολικές προβολές σελίδας

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger