{[['']]}
ΚΑΤΑΒΑΣΙΕΣ
Τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ
Ὠδὴ α’. Ἦχος πλ. δ'.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ,
τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι,
κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ
Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται·
τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε,
ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ
μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη
Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ
δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς,
σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς,
τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ,
καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς,
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ
ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ
πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν
Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι,
δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον
μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ’.
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως
βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται
δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.
Ἄλλη.
Ὁ διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει
προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ προμήτορος ἡ
παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος· ἣν πᾶσαι αἱ
δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσιν.
«Ἀνοίξω τὸ στόμα μου»
Τῆς Θεοτόκου
Ὠδὴ α’. Ἦχος δ’.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα [τὴν Εἴσοδον] [τὴν Κοίμησιν[1]].
Ὠδὴ γ’.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ Σου, [κἂν τῇ σεπτῇ Εἰσόδῳ Σου,] [κἂν τῇ σεπτῇ Κοιμήσει Σου,] στεφάνων δόξης ἀξίωσον.
Ὠδὴ δ’.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, Σοῦ τοῦ Ὑψίστου, ὁ προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει Σου Κύριε.
Ὠδὴ ε’.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα.
[ Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες, ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα. ]
[ Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Κοιμήσει Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, γῆθεν μετέστης, πρὸς αἰωνίους μονάς, καὶ πρὸς ἀτελεύτητον ζωήν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα. ]
Ὠδὴ ς’.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες Ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ Αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.
Ὠδὴ ζ’.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, [τὰ ἱερὰ Εἰσόδια,] [τὴν ἱερὰν Μετάστασιν,] τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
«Πεποικιλμένη τῇ θείᾳ δόξῃ»
Τῆς Κοιμήσεως τῆς Θεοτόκου
Ὠδὴ α’. Ἦχος α’.
Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεής,
Παρθένε μνήμη Σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης
Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων, τῷ Σῷ ᾄδοντας Μονογενεῖ· Ἐνδόξως ὅτι
δεδόξασται.
Ὠδὴ γ’.
Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων,
Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος
γὰρ εἶ Ἅγιος, ὁ ἐν Ἁγίοις ἀναπαυόμενος.
Ὠδὴ δ’.
Ῥήσεις προφητῶν καὶ αἰνίγματα, τὴν
σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου Σου, Χριστέ, φέγγος ἀστραπῆς Σου, εἰς φῶς ἐθνῶν
ἐξελεύσεσθαι· καὶ φωνεῖ Σοι ἄβυσσος, ἐν ἀγαλλιάσει· Τῇ δυνάμει Σου δόξα
Φιλάνθρωπε.
Ὠδὴ ε’.
Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν
Σου, Χριστέ, διηγήσομαι· ἐξ ἀιδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα,
παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.
Ὠδὴ ς’.
Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ,
τῆς τριημέρου ταφῆς Σου τὶ[1]
προεικόνισμα, οὗ Ἰωνᾶς, ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γὰρ ὡς καὶ προὐπέπωτο,
ἀσινὴς ἐβόα· Θύσω Σοι μετὰ φωνῆς, αἰνέσεως Κύριε.
Ὠδὴ ζ’.
Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος,
τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ
λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις, ἐν μέσῳ φλογός· Ὁ δεδοξασμένος, τῶν
πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν,
εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Φλόγα δροσίζουσαν ὁσίους, δυσσεβεῖς δὲ
καταφλέγουσαν, ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγήν, εἰργάσατο
τὴν Θεοτόκον, φθορὰν θανάτου καὶ ζωήν, βλυστάνουσαν τοῖς μέλπουσι· Τὸν Δημιουργὸν
μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’.
Αἱ
γενεαὶ πᾶσαι, μακαρίζομέν Σε, τὴν μόνην Θεοτόκον.
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν Σοὶ
Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ
τόκον παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν Σου.
[1]
Τὸ Συλλειτουργικὸν (1997) καὶ τὸ Ἐγκόλπιον τῆς Ἀποστ. Διακονίας (2005) ἔχουσι
«τὶ προεικόνισμα», ἐνῶ τὸ Μηναῖον («ΦΩΣ», 2000) ἔχει «ἦν προεικόνισμα».
Χριστὸς γεννᾶται»
«Ἔσωσε
λαόν»
(Πεζαὶ
καὶ ἰαμβικαί)
Τῆς Χριστοῦ Γεννήσεως
Ὠδὴ α’. Ἦχος α’.
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν
ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ,
ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα, χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθείς, ἐκ Κόρης τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν· ὅν κατ’ οὐσίαν,
Ἴσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
Ὑγρὸν θαλάσσης κῦμα, χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθείς, ἐκ Κόρης τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν· ὅν κατ’ οὐσίαν,
Ἴσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Νεῦσον πρὸς ὕμνους, οἰκετῶν εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν, τὴν ἐπηρμένην ὀφρύν,
Φέρων τε παντεπόπτα, τῆς ἁμαρτίας
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ μελῳδούς, τῇ βάσει τῆς πίστεως.
Ἐχθροῦ ταπεινῶν, τὴν ἐπηρμένην ὀφρύν,
Φέρων τε παντεπόπτα, τῆς ἁμαρτίας
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ μελῳδούς, τῇ βάσει τῆς πίστεως.
Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.
Γένους βροτείου, τὴν ἀνάπλασιν πάλαι,
ᾌδων προφήτης, Ἀββακοὺμ προμηνύει,
Ἰδεῖν ἀφράστως, ἀξιωθεὶς τὸν τύπον·
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.
ᾌδων προφήτης, Ἀββακοὺμ προμηνύει,
Ἰδεῖν ἀφράστως, ἀξιωθεὶς τὸν τύπον·
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.
Ὠδὴ ε’.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.
Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης,
Ἱλασμὸν ἡμῖν, Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν Σοι τελοῦσιν, ὕμνον ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων, εὐχερῆ τε τὴν τρίβον,
Καθ’ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος.
Ἱλασμὸν ἡμῖν, Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν Σοι τελοῦσιν, ὕμνον ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων, εὐχερῆ τε τὴν τρίβον,
Καθ’ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος.
Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν Σε, τῆς ἐμῆς ῥᾳθυμίας.
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν Σε, τῆς ἐμῆς ῥᾳθυμίας.
Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Τῷ παντάνακτος, ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος, ἠγκιστρωμένοι,
Παῖδες τυράννου, δύσθεον γλωσσαλγίαν·
Οἷς εἴκαθε πῦρ, ἄσπετον τῷ Δεσπότῃ,
Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ.
Ἄπλητα θυμαίνοντος, ἠγκιστρωμένοι,
Παῖδες τυράννου, δύσθεον γλωσσαλγίαν·
Οἷς εἴκαθε πῦρ, ἄσπετον τῷ Δεσπότῃ,
Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν,
εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε
κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος,
Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα
τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Μήτραν ἀφλέκτως, εἰκονίζουσι Κόρης,
Οἱ τῆς παλαιᾶς, πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,
Λαοὺς πρὸς ὕμνον, ἐξανίστησι Χάρις.
Οἱ τῆς παλαιᾶς, πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,
Λαοὺς πρὸς ὕμνον, ἐξανίστησι Χάρις.
Ὠδὴ θ’.
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ
ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν
τὸ σπήλαιον· θρόνον, χερουβικόν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ
ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς
ἐκ τῆς κατάρας.
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν· τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν· ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν, ἡ προαίρεσις δίδου.
Ῥᾷον σιωπήν· τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν· ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν, ἡ προαίρεσις δίδου.
«Βυθοῦ ἀνεκάλυψε πυθμένα»
«Στείβει
θαλάσσης»
(Πεζαὶ
καὶ ἰαμβικαί)
Τῶν Θεοφανείων
Ὠδὴ α’. Ἦχος β’.
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος· ὅτι δεδόξασται.
Στείβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραήλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
Ἤπειρον αὖθις, Ἰσραήλ δεδειγμένον.
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
Ὠδὴ γ’.
Ἰσχὺν ὁ διδούς, τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν Αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν Σοῦ Κύριε.
Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,
ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.
Βορῶν λεόντων, συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες, ἐκ λόγων μελῳδίαν,
ᾯ τῶν πρὸς ἡμᾶς, ἥδεται δωρημάτων.
Ὠδὴ δ’.
Ἀκήκοε Κύριε, φωνῆς Σου ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας, πολλῶν ἐπὶ ὑδάτων, τῷ Σῷ μαρτυρούμενος Υἱῷ· ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
Πυρσῷ καθαρθείς, μυστικῆς θεωρίας,
Ὑμνῶν προφήτης, τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν, ἀρρήτου Λόγου,
ᾯ τῶν δυναστῶν, τὰ κράτη συνετρίβη.
Ὑμνῶν προφήτης, τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν, ἀρρήτου Λόγου,
ᾯ τῶν δυναστῶν, τὰ κράτη συνετρίβη.
Ὠδὴ ε’.
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται, ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
Ἐχθροῦ ζοφώδους, καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει, Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν, ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον, εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.
Ἰὸν καθάρσει, Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν, ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον, εἰς θυμηδίαν,
Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη.
Ὠδὴ ς’.
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ· Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Ἱμερτὸν ἐξέφηνε, σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὅν γαστρὸς ἐξηρεύξατο.
Ναὶ φησὶν οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν, ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.
Ἤχῳ Πατήρ, ὅν γαστρὸς ἐξηρεύξατο.
Ναὶ φησὶν οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν, ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ.
Ὠδὴ ζ’.
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἔφλεξε ῥείθρῳ, τῶν δρακόντων τὰς κάρας,
Ὁ τῆς καμίνου, τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν, εὐσεβεῖς κατευνάσας·
Τὴν δυσκάθεκτον, ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.
Ὁ τῆς καμίνου, τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν, εὐσεβεῖς κατευνάσας·
Τὴν δυσκάθεκτον, ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος.
Ὠδὴ η’.
Αἰνοῦμεν,
εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε
κάμινος, πηγάσασα δρόσον· ὅτι ῥείθροις ἔμελλεν, ἄυλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης,
καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην· ὃν εὐλογοῦσι λαοί, καὶ ὑπερυψοῦσιν,
εἰς πάντας τοὺς αἰῶνας.
Ἐλευθέρα μέν, ἡ κτίσις γνωρίζεται·
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω, συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα, τῶν ἐθνῶν παγκληρία.
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω, συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα, τῶν ἐθνῶν παγκληρία.
Ὠδὴ θ’.
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, τῶν
ἄνω στρατευμάτων.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν·
ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν Σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν
πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· Σὺ γὰρ Χριστιανῶν εἶ
προστάτις, Σὲ μεγαλύνομεν.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς
ἐκ τῆς κατάρας.
Ὢ τῶν ὑπὲρ νοῦν,
τοῦ τόκου Σου θαυμάτων,
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη!
Δι’ ἧς τυχόντες, παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ,
Δῶρον φέροντες, ὕμνον εὐχαριστίας.
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη!
Δι’ ἧς τυχόντες, παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν, ὡς εὐεργέτῃ,
Δῶρον φέροντες, ὕμνον εὐχαριστίας.
«Χέρσον ἀβυσσοτόκον»
Τῆς Ὑπαπαντῆς
Ὠδὴ α’. Ἦχος γ’.
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.
Ὠδὴ γ’.
Τὸ στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε, τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ Σου αἵματι.
Ὠδὴ δ’.
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός Σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος· καὶ ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.
Ὠδὴ ε’.
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ’ ἀγγέλων δόξης δορυφορούμενον, Ὢ τάλας ἐβόα ἐγώ! πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ὠδὴ ς’.
Ἐβόησέ Σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ, Χριστέ, Σὺ Θεός μου.
Ὠδὴ ζ’.
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν,
σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς Σέ.
Ἐν νόμου σκιᾷ καὶ γράμματι, τύπον
κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ
πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ
μεγαλύνομεν.
Ὡς
ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον,
Θεῷ ἐπινίκιον ὠδήν, ἐβόα, ἄσωμεν.
Ὠδὴ γ'
Οὐκ
ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ,
καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρα τῆς ὁμολογίας σου.
Ὠδὴ δ'
Χριστός
μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ
διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.
Ὠδὴ ε'
Τῶ
θείω φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοὶ ψυχάς, πόθω καταύγαυσον δέομαι,
σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.
Ὠδὴ ς'
Τοῦ
βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῶ κλύδωνι, ἐν εὐδίῳ λιμένι
σου προσδραμῶν, βοῶ σοί, Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Ὠδὴ ζ'
Δροσοβόλον
μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοὶς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον
πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾶν. Εὐλογητὸς εἶ ὁ Θεὸς
ὁ τῶν Πατέρων ἡμῶν.
Ὠδὴ η'
Ἐκ
φλογὸς τοὶς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας, ἅπαντα
γὰρ δρὰς Χριστέ, μόνω τῶ βούλεσθαι. Σὲ ὑπερυψοῦμεν εἰς πάντας
τοὺς αἰῶνας.
Ὠδὴ θ' Ἦχος πλ. β'
Θεὸν
ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε
ὠράθη βροτοίς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταίς οὐρανίαις Στρατιαῖς,
σὲ μακαρίζομεν.
Ὠδὴ α' Ἦχος β'
Τὴν
Μωσέως ὠδήν, ἀναλαβοῦσα βόησον ψυχή, Βοηθὸς καὶ σκεπαστῆς, ἐγένετό μοὶ εἰς
σωτηρίαν, οὔτός μου Θεὸς καὶ δοξάσω αὐτόν.
Ὠδὴ γ'
Στειρωθέντα
μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν,
τὴ εὐσπλαγχνία σου.
Ὠδὴ δ'
Τὴν
ἐκ Παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν. Τὴν ἀκοήν σου ἀκήκοα
καὶ ἐφοβήθην, ὅτι ἀπὸ θαιμάν, καὶ ἐξ ὅρους ἁγίου κατασκίου, ἐπεδήμησας, Χριστέ.
Ὠδὴ ε'
Τῆς
νυκτὸς διελθούσης, ἤγγικεν ἡ ἡμέρα, καὶ τὸ φῶς τῶ κόσμω ἐπέλαμψε, διὰ τοῦτο ὑμνεῖ
σὲ τάγματα Ἀγγέλων καὶ δοξολογεῖ σὲ Χριστὲ ὁ Θεός.
Ὠδὴ ς'
Βυθῶ
ἁμαρτημάτων, συνέχομαι Σωτήρ, καὶ ἐν πελάγει τοῦ βίου βυθίζομαι ἀλλ' ὥσπερ τὸν Ἰωνὰν
ἐκ τοῦ θηρός, καμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσόν με.
Ὠδὴ ζ'
Τὰ
Χερουβὶμ μιμούμενοι, Παῖδες, ἐν τῇ καμίνω ἐχόρευον βοῶντες. Εὐλογητὸς εἶ ὁ Θεός,
ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει, ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος
καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ η'
Τὸν
ἐν τῇ βάτω Μωσή, τῆς Παρθένου τὸ θαῦμα, ἓν Σιναίω τῶ ὄρει προτυπώσαντά ποτέ, ὑμνεῖτε,
εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ' Ἦχος β'
Τῶν
γηγενῶν τὶς ἤκουσε τοιοῦτον, ἢ τὶς ἑώρακε ποτὲ; ὅτι παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα,
καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα τοιούτόν σου τὸ θαῦμα καὶ σὲ ἁγνὴ Θεοκυῆτορ
Μαρία μεγαλύνομεν.
Βοηθὸς
καὶ σκεπαστῆς ἐγένετό μοὶ εἰς σωτηρίαν, οὔτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς
τοῦ Πατρός μου καὶ ὑψώσω αὐτόν.
ἐνδόξως γὰρ δεδόξασται.
Ὠδὴ γ'
Στερέωσον,
Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος Ἅγιος
ὑπάρχεις καὶ Κύριος.
Ὠδὴ δ'
Ἀκήκοεν
ὁ Προφήτης, τὴν ἔλευσίν σου Kύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι,
καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγενú Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην. δόξα τὴ δυνάμει σου Κύριε.
Ὠδὴ ε'
Ἐκ
νυκτὸς Ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι, καὶ Ὁδήγησον καμέ, ἐν τοῖς προστάγμασί
σου, καὶ δίδαξόν με ποιεῖν, ἀεὶ τὸ θέλημά σου.
Ὠδὴ ς'
Ἐβόησα,
ἐν ὅλη καρδία μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ Ἄδου κατωτάτου,
καὶ ἀνήγαγεν, ἐκ φθορας τὴν ζωήν μου.
Ὠδὴ ζ'
Ἡμάρτομεν,
ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω
ἡμῖν, ἀλλὰ μὴ παραδῶ ἧς ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.
Ὠδὴ η'
Ὁν
Στρατιαὶ Οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, πᾶσα πνοῶ καὶ
κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καί. ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ' Ἦχος πλ. β'
Ἀσπόρου
συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τὰς φύσεις, διὸ σὲ πᾶσαι αἳ γενεαί, ὦς
Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
Θαλάσσης
τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις
Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο.
Ὠδὴ β'
Εὐφραίνεται
ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε,
καὶ καταφυγὴ καὶ στερέωμα.
Ὠδὴ δ'
Ἐπαρθέντα
σὲ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως
κραυγάζουσα, Δόξα τὴ δυνάμει σου Κύριε.
Ὠδὴ ε'
Σὺ
Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας,
τοὺς πίστει ἀνυμνούντάς σε.
Ὠδὴ ς'
Θύσω
σοί, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοί, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη,
τῶ δι' οἶκτον, ἐκ τῆς Πλευρᾶς σου ῥεύσαντι αἵματι.
Ὠδὴ ζ'
Ἐν
τῇ καμίνω, Ἀβραμιαῖοι Παῖδες τὴ Περσική, πόθω εὐσεβείας μᾶλλον ἢ τὴ φλογί,
πυρπολούμενοι ἐκραύγαζον, Εὐλογημένος εἶ, ἐν τῷ Ναῶ τῆς δόξης σου Κύριε.
Ὠδὴ η'
Χείρας
ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε. πυρὸς δὲ δύναμιν
ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὠδὴ θ' Ἦχος δ'
Λίθος
ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας
τὰς διεστώτας φύσεις, Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν.
Ὁ
θειότατος προετύπωσε πάλαι Μωσής, ἐν ἐρυθρᾷ θαλάσση, διαβιβάσας Ἰσραήλ, τῶ
Σταυρῶ σου τὴν ὑγράν, τὴ ῥάβδω τεμῶν, ὠδὴν σοὶ ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.
Ὠδὴ γ'
Στερέωσον
Δέσποτα Χριστέ, τῶ Σταυρῶ σου ἐν πέτρᾳ μὲ τὴ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν,
ἐχθροῦ προσβολαὶς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ ἅγιος.
Ὠδὴ δ'
Ἐπὶ
Σταυροῦ σὲ Δυνατὲ φωστὴρ ὁ μέγας κατιδῶν τρόμω ἐπαρθεῖς τὰς ἀκτῖνας σὺν ἔστειλεν
ἔκρυψε, πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν, καὶ γάρ ἐπλήσθη ἡ
γῆ, τῆς σὴς αἰνέσεως.
Ὠδὴ ε'
Ὀρθρίζοντες
σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὐράμενοι τῶ Σταυρῶ σου, δι οὗ ἀνεκαίνισας,
τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός, ἀνέσπερον ἄγων ἡμᾶς.
Ὠδὴ ς'
Τὸν
τύπον τοῦ θείου Σταυροῦ Ἰωνὰς ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις,
προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τὴ δυνάμει σου Λόγε.
Ὠδὴ ζ'
Φλογώσεως
ὁ Παίδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῶ προσηλωθείς,
σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.
Ὠδὴ η'
Χείρας
ἐν τῷ λάκκω βληθεὶς τῶν λεόντων ποτὲ ὁ μέγας ἐν Προφήταις σταυροειδῶς ἐκπετάσας
Δανιὴλ ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν τὸν Θεὸν εἰς
τοὺς αἰῶνας.
Ὠδὴ θ' Ἦχος α'
Ὧ
Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν
ἐν Σταυρῷ ὑψωθέντα σαρκὶ σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτω νύν μεγαλύνομεν.
Ὤφθησαν,
αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ
θεμέλια, τὴ καταιγίδι νεύματι, ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας,
ἃ δοντα, ἐπινίκιον ὑμνον σοὶ Κύριε.
Ὠδὴ γ'
Νάουσαν
ἀκρότομον, προστάγματι σῶ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα
σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ὧ ἐστερεώθῃ ἡ Ἐκκλησία κράζουσα, Ὡσαννά, εὐλογημένος
εἶ ὁ ἐρχόμενος.
Ὠδὴ δ'
Χριστὸς
ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἤξει καὶ οὐ χρονιεῖ, ἐξ ὅρους κατασκίου δασέος,
Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί, Διὸ πάντες βοῶμεν, Δόξα τὴ
δυνάμει σου Κύριε.
Ὠδὴ ε'
Τὴν
Σιὼν ἐπ' ὅρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχὺϊ
ὕψωσον φωνήν, Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ,
καὶ σωτήριον ἔθνεσιν.
Ὠδὴ ς'
Ἐβόησαν,
ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, Νὺν τῶ Κόσμω, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι,
καινουργείσθω λαὸς θείου Αἵματος.
Ὠδὴ ζ'
Ὁ
διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παίδας, καὶ τοὺς Χαλδαίους ἀνελῶν, οἷς ἀδίκως
δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.
Ὠδὴ η'
Εὐφράνθητι
Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών, ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος
τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω, Πάντα τὰ
ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὠδὴ θ' Ἦχος δ'
Θεὸς
Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν
Χριστόν, μετὰ βαϊων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν
ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.
Ἀναστάσεως
ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ
γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.
Ὠδὴ γ'
Δεῦτε
πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν,
ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ στερεούμεθᾳ.
Ὠδὴ δ'
Ἐπὶ
τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον
Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς
παντοδύναμος.
Ὠδὴ ε'
Ὀρθρίσωμεν
ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῶ Δεσπότη, καὶ Χριστὸν ὀψόμεθα,
δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Ὠδὴ ς'
Κατῆλθες
ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοῦς αἰωνίους, κατόχους πεπεδημένων
Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνάς, ἐξανέστης τοῦ τάφου.
Ὠδή ζ'
Ὁ
Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους
τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ
ὑπερένδοξος.
Ὠδὴ η'
Αὕτη
ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή,
καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ἢ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ' Ἦχος α'
Φωτίζου,
φωτίζου ἡ νέα Iερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νὺν καὶ ἀγάλλου,
Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Τῶ
Σωτήρι Θεῷ, τῶ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιὰ
καταποντίσαντι, αὐτῷ μόνω ἄσωμεν, ὅτι δὲ δόξασται.
Ὠδὴ γ'
Δυνάμει
τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν
σου τὴν σωτήριον Ἀνάληψιν.
Ὠδὴ δ'
Εἰσακήκοα
τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα,
Δόξα τὴ δυνάμει σου Κύριε.
Ὠδὴ ε'
Ὀρθρίζοντες
βοώμέν σοὶ Κύριε, Σῶσον ἡμᾶς, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Ὠδὴ ς'
Ἐκύκλωσέ
με ἄβυσσος, ταφὴ μοὶ τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σὲ τὸν φιλάνθρωπον,
καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε.
Ὠδή ζ'
Ὁ
ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παίδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ὠδὴ η'
Τὸν
ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων,
σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Ὠδὴ θ' Ἦχος πλ. α'
Σὲ
τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν,
οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.
Πόντω
ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ἄσωμεν αὐτῷ,
ὅτι δεδόξασται.
Ὠδὴ α' Ἦχος δ'
Θείω
καλυφθεὶς ὁ βραδύγλωσσος γνόφω.
Ἐρρητόρευσε
τὸν θεόγραφον νόμον
Ἰλὺν
γὰρ ἐκτινάξας ὄμματος νόου,
Ὁρᾷ
τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
Γνῶσιν,
γεραίρων ἐνθέοις τοὶς ἄσμασιν.
Ὠδὴ γ' Ἦχος βαρὺς
Τὴν
ἐξ ὕψους δύναμιν τοὶς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ,
ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ
Πατρός ἀποστελῶ, ἐν ὧ στερεωθήσεσθε.
Ὠδὴ γ' Ἦχος δ'
Ἔρρηξε
γαστρὸς ἠτεκνωμένης πέδας,
Ὕβριν
τε δυσκάθεκτον εὐτεκνουμένης,
Μόνη
προσευχὴ τῆς Προφήτιδος πάλαι
Ἄννης,
φερούσης πνεῦμα συντετριμμένον,
Πρὸς
τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.
Ὠδὴ δ' Ἦχος βαρὺς
Κατανοῶν
ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰ σακήκοα Κύριε
δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας.
Ὠδὴ δ' Ἦχος δ'
Ἄναξ
ἀνάκτων, οἷος ἐξ οἵου μόνος,
Λόγος
προελθῶν, Πατρὸς ἐξ ἀναιτίου.
Ἰσοσθενές
σου Πνεῦμα τοὶς Ἀποστόλοις,
Νημερτὲς
ἐξέπεμψας ὡς εὐεργέτης,
Ἄδουσι,
Δόξα τῶ κράτει σου, Κύριε.
Ὠδὴ ε' Ἦχος βαρὺς
Τὸ
διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς
πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοίς εὐθὲς ἐγκαινίζεται,
φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.
Ὠδὴ ε' Ἦχος δ'
Λυτήριον
κάθαρσιν ἀμπλακημάτων,
Πυρίπνοον
δέξασθε Πνεύματος δρόσον,
Ὦ
τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,
Νὺν
ἐκ Σιῶν γὰρ ἐξελήλυθε νόμος,
Ἡ
γλωσσοπυρσόμορφος Πνεύματος χάρις.
Ὠδὴ ς' Ἦχος βαρὺς
Ναυτιῶν
τῶ σάλω, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρω
θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνὰς Χριστὲ βοῶ σοί, Ἐκ θανατηφόρου μὲ βυθοῦ ἀνάγαγε.
Ὠδὴ ς' Ἦχος δ'
Ἱλασμὸς
ἡμῖν Χριστὲ καὶ σωτηρία,
Ὁ
Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,
Ἵν,
ὡς Προφήτην θηρὸς ἐκ θαλατίου,
Στέρνων
Ἰωνάν, τῆς φθορᾶς διαρπάσης,
Ὅλον
τὸν Ἀδάμ, παγγενὴ πεπτωκότα.
Ὠδὴ ζ' Ἦχος βαρὺς
Οἱ
ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πὺρ εἰς δρόσον μετέβαλον, διὰ
τῆς ὑμνωδίας, οὕτω βοῶντες, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ὠδὴ ζ' Ἦχος δ'
Σύμφωνον
ἐθρόησεν ὀργάνων μέλος,
Σέβειν
τὸ χρυσότευκτον ἄψυχον βρέτας.
Ἡ
τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,
Σεβασμιάζει
τοῦ βοᾶν, Τριὰς μόνη,
Ἰσοσθενής,
ἄναρχος, εὐλογητὸς εἶ.
Ὠδὴ η' Ἦχος βαρὺς
Ἄφλεκτος
πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βᾶτος Θεὸν ἐγνώρισε, τῶ βραδυγλώσσω καὶ δυσήχω Μωσεῖ
καὶ Παίδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῶ πυρὶ ὑμνωδοὺς ἔδειξε, Πάντα τὰ ἔργα τὸν
Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ η' Ἦχος δ'
Λύει
τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,
Ὁ
τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,
Ὑμνοῦσι
Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,
Σωτήρα
καὶ παντουργόν, ὡς εὐεργέτην,
Ἡ
δημιουργηθεῖσα σύμπασα κτίσις.
Ὠδὴ θ' Ἦχος βαρὺς
Μὴ
τῆς φθορᾶς διαπείρα κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε,
Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ
μεγαλύνομεν.
Ὠδὴ θ' Ἦχος δ'
Χαίροις
Ἄνασσα, μητροπάρθενον κλέος.
Ἄπαν
γὰρ εὐδίνητον εὔλαλον στόμα,
Ῥητρεῦον,
οὐ σθένει σὲ μέλπειν ἀξίως.
Ἰλιγγιᾷ
δὲ νοὺς ἅπας σου τὸν τόκον
Νοεῖν,
ὅθεν σὲ συμφώνως δοξάζομεν.
Τῆς Μεταμορφώσεως
Ὠδὴ α’. Ἦχος δ’.
Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον Ἐρυθρόν,
καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες, ἐν αὐτῷ ὑποβρυχίους,
ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες,
περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Ὠδὴ δ’.
Εἰσακήκοα τὴν ἔνδοξον, οἰκονομίαν Σου
Χριστὲ ὁ Θεός· ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς
κραυγάζοντας· Δόξα τῇ δυνάμει Σου Κύριε.
Ὠδὴ ε’.
Ὁ τοῦ φωτὸς διατμήξας, τὸ πρωτόγονον
χάος, ὡς ἐν φωτὶ τὰ ἔργα, ὑμνεῖ Σε Χριστέ, τὸν Δημιουργόν· ἐν τῷ φωτί Σου, τὰς ὁδοὺς
ἡμῶν εὔθυνον.
Ὠδὴ ς’.
Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον,
καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Ὠδὴ ζ’.
Ἀβραμιαῖοί ποτε, ἐν Βαβυλῶνι Παῖδες,
καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς
εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν
Κύριον.
Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ
πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν· καὶ
μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου
τὸν Κύριον.
Ὠδὴ θ’.
Ὁ τόκος Σου ἄφθορος ἐδείχθη· Θεὸς ἐκ
λαγόνων Σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις
συνανεστράφη· Σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.
ΕΥΡΕΤΗΡΙΟ
- Σταυρὸν
χαράξας Μωσῆς
- Ἀνοίξω τὸ
στόμα μου
- Πεποικιλμένη
τῇ θείᾳ δόξῃ
- Χριστὸς
γεννᾶται δοξάσατε
- Ἔσωσε
λαόν
- Βυθοῦ ἀνεκάλυψε
- Στείβει
θαλάσσης
- Χέρσον ἀβυσσοτόκον
- Ὡς ἐν ἠπείρῳ
- Τὴν Μωσέως
ᾠδήν
- Βοηθὸς
καὶ σκεπαστὴς
- Θαλάσσης
τὸ ἐρυθραῖον πέλαγος
- Ὁ θειότατος
προετύπωσε
- Ὤφθησαν,
αἱ πηγαὶ τῆς ἀβύσσου
- Ἀναστάσεως
ἡμέρα
- Τῷ Σωτῆρι
Θεῷ
- Πόντῳ ἐκάλυψε
Φαραὼ
- Θείῳ
καλυφθεὶς
- Χοροὶ Ἰσραήλ