{[['']]}
Τῇ Μ. Δευτέρα πρωΐ: Αἱ Ὧραι
Ἀναγιγνώσκονται
τά πέντε Καθίσματα τοῦ Ψαλτηρίου (δ΄, ε΄, ς΄, ζ΄,
καὶ η΄), καὶ ἐν συνεχεία αἱ Ὧραι λιταί, μετά δέ τούς Ψαλμούς ἑκάστης Ὧρας τό
Τροπάριον «Ἰδοὺ ὁ Νυμφίος ἔρχεται...», καὶ μετά
τό Τρισάγιον τό Κοντάκιον «Ὁ Ἰακὼβ ὠδύρετο,...»
ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ Α' ΩΡΑΣ
ΙΕΡΕΥΣ
Εὐλογητὸς
ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα
σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Βασιλεῦ
οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν
ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον
ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Ἅγιος
ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα...
Καὶ νῦν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του
ὀνόματός σου.
Κύριε
ἐλέησον (γ΄).
Δόξα...
Καὶ νῦν...
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν
ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς
ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι
ἡμᾶς ἀπὸ του πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κύριε,
ἐλέησον. (ιβ΄)
Δόξα...
Καὶ νύν...
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς
5
Τὰ
ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς
μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε· τὸ πρωΐ
εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωΐ παραστήσομαί σοι καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς
θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι
κατέναντι τῶν ὀφθαλμῶν σου. ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν·
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται
Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου,
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ
σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν
τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ
αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Κρῖνον αὐτούς, ὁ Θεός. Ἀποπεσάτωσαν ἀπὸ
τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι
παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς
αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, καὶ καυχήσονται ἐν σοὶ πάντες
οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε, ὡς ὅπλῳ εὐδοκίας
ἐστεφάνωσας ἡμᾶς.
Ψαλμὸς
89
Κύριε,
καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ· πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι
τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Μὴ
ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας· ἐπιστρέψατε υἱοὶ τῶν ἀνθρώπων.
Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν
νυκτί. Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τὸ πρωΐ ὡσεὶ χλόη παρέλθοι, τὸ πρωΐ
ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ὅτι
ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἔθου τὰς ἀνομίας ἡμῶν
ἐναντίον σου· αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν
ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Αἱ
ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις,
ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθε πρᾳότης ἐφ᾿
ἡμᾶς, καὶ παιδευθησόμεθα. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ
φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; Τὴν δεξιάν σου οὕτω γνώρισόν μοι καὶ
τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Ἐπίστρεψον, Κύριε· ἕως πότε; καὶ
παρακλήθητι ἐπὶ τοῖς δούλοις σου. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε,
καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν
ἀνθ᾿ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς
δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν, καὶ ἔστω ἡ
λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ᾿ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον
ἐφ᾿ ἡμᾶς καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ψαλμὸς
100
Ἔλεος
καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;
διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προεθέμην πρὸ
ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοι
καρδία σκαμβή. Ἐκκλίνοντος ἀπ᾿ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Τὸν καταλαλοῦντα
λάθρᾳ τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ
καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ
συγκαθῆσθαι αὐτοὺς μετ᾿ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν
ἐνώπιον τῶν ὀφθαλμῶν μου. Εἰς τὰς πρωίας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς
γῆς τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
Δόξα...
Καὶ νῦν...
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε,
ἐλέησον (γ')
Δόξα...
Ἦχος
πλ. δ'
Ἰδοὺ
ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει
γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῶ
ὕπνω κατενεχθής, ἵνα μῄ τῶ θανάτω παραδοθής, καὶ τῆς βασιλείας ἔξω κλεισθής,
ἀλλὰ ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν,
διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Καὶ
νῦν... Θεοτοκίον
Τὶ
σὲ καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν; ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης.
Παράδεισον; ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον; ὅτι ἔμεινας
ἄφθορος· ἁγνὴν Μητέρα; ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν.
Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὰ
διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα
ἀνομία.
Λύτρωσαί
με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
Τὸ
πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Πληρωθήτω
τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν
τὴν μεγαλοπρέπειάν σου.
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ
γ')
Δόξα...
Καὶ νύν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν
ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς
ἄφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κοντάκιον
Ήχος πλ. δ' Ως απαρχάς
Ο Ιακώβ
ωδύρετο, του Ιωσήφ την στέρησιν, και ο γενναίος εκάθητο άρματι, ως βασιλεύς
τιμώμενος, της Αιγυπτίας γαρ τότε ταις ηδοναίς μη δουλεύσας, αντεδοξάζετο παρά
του βλέποντος τας των ανθρώπων καρδίας, και νέμοντος στέφος άφθαρτον.
.
Κύριε
ἐλέησον μ'
Ὁ ἐν
παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος
Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους
ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς
ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ
ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς
ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον
καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου
Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς
τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι
εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε
ἐλέησον (γ')
Δόξα...
Καὶ νῦν...
Τὴν
Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν
ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
ΙΕΡΕΥΣ
Ὁ Θεός
οἰκτιρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τό πρόσωπον αὐτοῦ εφ᾿ ἡμᾶς καὶ
ἐλεήσαι ἡμᾶς
Εἶτα
τάς τρεῖς μεγάλας μετανοίας ποιοῦμεν, λέγοντες καθ' ἑαυτούς, ἐν ἑκάστη ἀνά
στίχον τῆς ἐπομένης εὐχής τοῦ Ἁγίου Ἐφραίμ τοῦ Σύρου.
Κύριε
καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας
μή μοι δῷς.
Πνεῦμα
δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν
ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας
μικρὰς ιβ', καὶ πάλιν μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον
Στίχον τῆς ἀνωτέρω Εὐχῆς,
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν
ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΑΓΝΩΣΤΗΣ
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ
γ')
Δόξα...
Καὶ νύν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν
ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς
ἄφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. Κύριε,
ἐλέησον. (ιβ΄)
ΙΕΡΕΥΣ
Χριστέ,
τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν
κόσμον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ
ἀπρόσιτον, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου,
πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.
ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ Γ' ΩΡΑΣ
ΑΝΑΓΝΩΣΤΗΣ
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς
16
Εἰσάκουσον
Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου
οὐκ ἐν χείλεσι δολίοις. Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου
ἰδέτωσαν εὐθύτητας. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με,
καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν
ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Κατάρτισαι
τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου. Ἐγὼ
ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν
ῥημάτων μου. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν
ἀνθεστηκότων τῇ δεξιᾷ σου. Φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων
σου σκεπάσεις με ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν
ψυχήν μου περιέσχον· τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν
ὑπερηφανίαν. Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο
ἐκκλῖναι ἐν τῇ γῇ. Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος
οἰκῶν ἐν ἀποκρύφοις. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς,
ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. Κύριε,
ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου
ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις
αὐτῶν. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ
ὀφθῆναί μοι τὴν δόξαν σου.
Ψαλμὸς
24
Πρὸς
σέ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ Θεός μου. Ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην,
μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου. Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ
καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Τὰς ὁδούς σου, Κύριε,
γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου
καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.
Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί
μου, σύ, ἕνεκεν χρηστότητός σου, Κύριε. Χρηστὸς καὶ εὐθὴς ὁ Κύριος· διὰ τοῦτο
νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς
αὐτοῦ. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ
καὶ τὰ μαρτύρια αὐτοῦ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ
μου, πολλὴ γάρ ἐστι. Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει
αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα
αὐτοῦ κληρονομήσει γῆν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη
αὐτοῦ δηλώσει αὐτοῖς. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς
ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, ὅτι
μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν
ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας
τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον
ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα
ἐπὶ σέ. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. 22 λύτρωσαι, ὁ
Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.
Ψαλμὸς
50
Ἐλέησόν
με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς
ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου
ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου
ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ
γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα
τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς
ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ
πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ
σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου,
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς
σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη
μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ
ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα...
Καὶ νῦν...
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε,
ἐλέησον (γ')
Δόξα...
Ἦχος
πλ. δ'
Ἰδοὺ
ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα,
ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῶ ὕπνω
κατενεχθής, ἵνα μῄ τῶ θανάτω παραδοθής, καὶ τῆς βασιλείας ἔξω κλεισθής, ἀλλὰ
ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν,
διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Καὶ
νῦν...
Θεοτοκίον
Θεοτόκε,
σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν,
πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Κύριος
ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς
τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν.
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ
γ')
Δόξα...
Καὶ νύν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν
ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς
ἄφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κοντάκιον
Ήχος πλ. δ' Ως απαρχάς
Ο Ιακώβ
ωδύρετο, του Ιωσήφ την στέρησιν, και ο γενναίος εκάθητο άρματι, ως βασιλεύς τιμώμενος,
της Αιγυπτίας γαρ τότε ταις ηδοναίς μη δουλεύσας, αντεδοξάζετο παρά του
βλέποντος τας των ανθρώπων καρδίας, και νέμοντος στέφος άφθαρτον.
Κύριε
ἐλέησον μ'
Ὁ ἐν
παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος
Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους
ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς
ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ
ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς
ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον
καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου
Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς
τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι
εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε
ἐλέησον (γ')
Δόξα...
Καὶ νῦν...
Τὴν
Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν
ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
ΙΕΡΕΥΣ
Ὁ Θεός
οἰκτιρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τό πρόσωπον αὐτοῦ εφ᾿ ἡμᾶς καὶ
ἐλεήσαι ἡμᾶς
Εἶτα
τάς τρεῖς μεγάλας μετανοίας ποιοῦμεν, λέγοντες καθ' ἑαυτούς, ἐν ἑκάστη ἀνά
στίχον τῆς ἐπομένης εὐχής τοῦ Ἁγίου Ἐφραίμ τοῦ Σύρου.
Κύριε
καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας
μή μοι δῷς.
Πνεῦμα
δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν
ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας
μικρὰς ιβ', καὶ πάλιν μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον Στίχον
τῆς ἀνωτέρω Εὐχῆς,
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν
ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΑΓΝΩΣΤΗΣ
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ
γ')
Δόξα...
Καὶ νύν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν
ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς
ἄφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
ΙΕΡΕΥΣ
Δέσποτα
Θεέ, Πάτερ Παντοκράτορ, Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν καὶ οἷς ἐπίστασαι κρίμασι,
σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΣΤ' ΩΡΑΣ
ΑΝΑΓΝΩΣΤΗΣ
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς
53
Ὁ Θεὸς
ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. Ὁ Θεός, εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Ὅτι ἀλλότριοι
ἐπανέστησαν ἐπ᾿ ἐμὲ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντο τὸν
Θεὸν ἐνώπιον αὐτῶν. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς
ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον
αὐτούς. Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν·
ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.
Ψαλμὸς
54
Ἐνώτισαι
ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσχες μοι καὶ
εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ
ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ᾿ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.
Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ᾿ ἐμέ· φόβος καὶ
τρόμος ἦλθεν ἐπ᾿ ἐμέ, καὶ ἐκάλυψέ με σκότος. Καὶ εἶπα· τίς δώσει μοι πτέρυγας
ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω; Ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ
ηὐλίσθην ἐν τῇ ἐρήμῳ. Προσεδεχόμην τὸν σῴζοντά με, ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ
καταιγίδος. Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον
ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ
τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ
τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ
εἰ ὁ μισῶν ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ᾿ αὐτοῦ. Σὺ δέ, ἄνθρωπε
ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν
τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθην ἐν ὁμονοίᾳ. Ἐλθέτω δὴ θάνατος ἐπ᾿ αὐτούς, καὶ
καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ
αὐτῶν. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. Ἑσπέρας καὶ πρωΐ
καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.
Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν
σὺν ἐμοί. Εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.
Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν. Ἐξέτεινε τὴν χεῖρα
αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. Διεμερίσθησαν ἀπὸ ὀργῆς
τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ
ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ
αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. Σὺ δέ, ὁ Θεός,
κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ
ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν, ἐγὼ δέ, Κύριε, ἐλπιῶ ἐπὶ σέ.
Ψαλμὸς
90
Ὁ κατοικῶν
ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ
Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν, ὅτι
αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς
μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ
κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλε ἡ
ἀλήθμένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ
δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν
σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν
ἁμαρτωλῶν ὄψει. Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ
προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Ὅτι τοῖς
ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·
ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· ἐπὶ ἀσπίδα καὶ
βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ᾿ ἐμὲ ἤλπισε,
καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με,
καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω
αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Δόξα...
Καὶ νῦν...
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε,
ἐλέησον (γ')
Δόξα...
Ἦχος
πλ. δ'
Ἰδοὺ
ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει
γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῶ
ὕπνω κατενεχθής, ἵνα μῄ τῶ θανάτω παραδοθής, καὶ τῆς βασιλείας ἔξω κλεισθής,
ἀλλὰ ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν,
διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Καὶ
νῦν...
Θεοτοκίον
Ὅτι
οὐκ ἔχομεν παρρησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα
δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν
Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλῶν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ
σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.
Τροπάριον
τῆς Προφητείας
Ἦχος
πλ. β'
Ἐν
ψυχῇ συντετριμμένη, προσπίπτομεν σοί, καὶ δεόμεθά σου Σωτὴρ τοῦ Κόσμου. Σὺ γὰρ
εἶ Θεὸς τῶν μετανοούντων.
Δόξα...
Σὺ
γὰρ εἶ Θεὸς τῶν μετανοούντων.
Καὶ
νύν...
Ἐν
ψυχῇ συντετριμμένη, προσπίπτομεν σοί, καὶ δεόμεθά σου Σωτὴρ τοῦ Κόσμου.
Προκείμενον
Ἦχος δ' Ψαλμὸς ρκε'
Ἐν
τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι.
Στίχος: Τότε
ἐπλήσθη χαρὰς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.
Προφητείας
Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κέφ.
Α', 1-20)
Ἐγένετο
ἐν τῷ τριακοστῶ ἔτει, ἐν τῷ τετάρτω μηνί, πέμπτη τοῦ μηνός, καὶ ἐγὼ ἤμην ἐν
μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοί, καὶ
εἶδον ὅρασιν Θεοῦ, πέμπτη τοῦ μηνός, τοῦτο τὸ ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας
τοῦ βασιλέως Ἰωακείμ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιήλ, υἱὸν Βουζεῖ, τὸν
Ἱερέα, ἐν γῆ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ
Κυρίου. Καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ Βορρᾶ, καὶ νεφέλη μεγάλη
ἐν αὐτῷ, καὶ φέγγος κύκλῳ αὐτοῦ, καὶ πὺρ ἐξαστράπτον, καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς
ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρός, καὶ φέγγος ἐν αὐτῷ, καὶ ἐν τῷ μέσῳ ὡς
ὁμοίωμα τεσσάρων ζώων. Καὶ αὕτη ἡ ὅρασις αὐτῶν, ὁμοίωμα ἀνθρώπου ἐπ' αὐτοῖς,
καὶ τέσσαρα πρόσωπα τῶ ἑνί, καὶ τέσσαρες πτέρυγες τῶ ἑνί, καὶ τὰ σκέλη αὐτῶν
ὄρθια, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινθῆρες ὡς ἐξαστράπτων χαλκός, καὶ
ἐλαφραὶ αἱ πτέρυγες αὐτῶν, καὶ χεὶρ ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν ἐπὶ
τὰ τέσσαρα μέρη αὐτῶν, καὶ τὰ πρόσωπα αὐτῶν, καὶ αἱ πτέρυγες αὐτῶν τῶν
τεσσάρων, ἐχόμεναι ἑτέρα τῆς ἑτέρας, καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων οὐκ
ἐπεστρέφοντο ἐν τῷ βαδίζειν αὐτά, ἕκαστον ἀπέναντι τοῦ προσώπου αὐτῶν
ἐπορεύοντο. Καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον
λέοντος ἐκ δεξιῶν τοὶς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοὶς
τέσσαρσι, καὶ πρόσωπον ἀετοῦ τοὶς τέσσαρσι, καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι
ἄνωθεν τοὶς τέσσαρσιν, ἑκατέρω δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο
ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. Καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ
ἐπορεύετο, οὗ ἂν ἢ τὸ πνεῦμα πορευόμενον ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον. Καὶ ἐν
μέσῳ τῶν ζώων ὅρασις, ὡς ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων
συστρεφομένων ἀναμέσον τῶν ζώων, καὶ φέγγος τοῦ πυρός, καὶ ἐκ τοῦ πυρὸς
ἐξεπορεύετο ἀστραπή, καὶ τὰ ζῷα ἔτρεχον, καὶ ἀνέκαμπτον ὡς εἶδος τοῦ Βεζέκ. Καὶ
εἶδον, καὶ ἰδοὺ τροχὸς εἰς ἐπὶ τῆς γῆς, ἐχόμενος τῶν ζώων τοὶς τέσσαρσι, καὶ τὸ
εἶδος τῶν τροχῶν ὡς εἶδος θαρσείς, καὶ ὁμοίωμα καὶ τὸ ποίημα αὐτῶν ἓν τοὶς
τέσσαρσι, καὶ τὸ ἔργον αὐτῶν ἥν, καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. Ἐπὶ τὰ τέσσαρα
μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά, ουδ' οἱ νῶτοι
αὐτῶν, καὶ ὕψος ἣν αὐτοῖς. Καὶ εἶδον αὐτά, καὶ οἱ νῶτοι αὐτῶν, πλήρεις ὀφθαλμῶν
κυκλόθεν τοὶς τέσσαρσι. Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῶ, ἐπορεύοντο καὶ οἱ τροχοὶ
ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς, ἐξήροντο καὶ οἱ τροχοί.
Οὗ ἂν ἡ νεφέλη, ἐκεῖ ἣν καὶ τὸ πνεῦμα τοῦ πορεύεσθαι, ἐπορεύοντο τὰ ζῷα, καὶ οἱ
τροχοὶ ἐξήροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἣν ἐν τοῖς τροχοίς.
Προκείμενον
Ἦχος πλ. β' Ψαλμὸς ρκς'
Ἐὰν
μὴ Κύριος οἰκοδομήση οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.
Στίχος: Ἐὰν
μὴ Κύριος φυλάξη πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.
Ταχὺ
προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἑπτωχεύσαμεν σφόδρα·
βοήθησον ἡμῖν, ὁ Θεός,ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Κύριε,
ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνοματός σου.
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ
γ')
Δόξα...
Καὶ νύν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς
ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἄφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ
πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κοντάκιον
Ήχος πλ. δ' Ως απαρχάς
Ο Ιακώβ
ωδύρετο, του Ιωσήφ την στέρησιν, και ο γενναίος εκάθητο άρματι, ως βασιλεύς
τιμώμενος, της Αιγυπτίας γαρ τότε ταις ηδοναίς μη δουλεύσας, αντεδοξάζετο παρά
του βλέποντος τας των ανθρώπων καρδίας, και νέμοντος στέφος άφθαρτον.
Κύριε
ἐλέησον μ'
Ὁ ἐν
παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος
Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους
ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς
ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ
ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς
ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον
καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου
Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς
τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι
εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε
ἐλέησον (γ')
Δόξα...
Καὶ νῦν...
Τὴν
Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν
ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
ΙΕΡΕΥΣ
Ὁ Θεός
οἰκτιρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τό πρόσωπον αὐτοῦ εφ᾿ ἡμᾶς καὶ
ἐλεήσαι ἡμᾶς
Εἶτα
τάς τρεῖς μεγάλας μετανοίας ποιοῦμεν, λέγοντες καθ' ἑαυτούς, ἐν ἑκάστη ἀνά
στίχον τῆς ἐπομένης εὐχής τοῦ Ἁγίου Ἐφραίμ τοῦ Σύρου.
Κύριε
καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας
μή μοι δῷς.
Πνεῦμα
δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν
ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας
μικρὰς ιβ', καὶ πάλιν μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον
Στίχον τῆς ἀνωτέρω Εὐχῆς,
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν
ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεέ,
καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου
ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας
ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον
τῶν ἁμαρτιῶν ἡμῶν διαρρήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ
σκότους. Αὐτὸς Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς
εὐχαριστηρίους ταύτας, καὶ ἱκετηρίους ἐντεύξεις, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς
ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων
ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ
ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ τῷ πόθῳ
σου τρῶσον ἡμῶν τὰς ψυχάς. Ἵνα διὰ παντὸς πρὸς σὲ ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ
φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν
σοι τὴν ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ
μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ Θ' ΩΡΑΣ
ΑΝΑΓΝΩΣΤΗΣ
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς
83
Ὡς
ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου
εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν
ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει
τὰ νοσσία ἑαυτῆς, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ
Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων
αἰνέσουσί σε. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· ἀναβάσεις ἐν
τῇ καρδίᾳ αὐτοῦ διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον, ὃν
ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν. Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν,
ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ
ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς
αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου
μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος
ὁ Θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν
ἀκακίᾳ. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.
Ψαλμὸς
84
Εὐδόκησας,
Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ· ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ
σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου,
ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ
ἀπόστρεψον τὸν θυμόν σου ἀφ᾿ ἡμῶν. Μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν; ἢ
διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; Ὁ Θεός, σὺ ἐπιστρέψας ζωώσεις
ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. 8 δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου
καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός, ὅτι
λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς
ἐπιστρέφοντας καρδίαν ἐπ᾿ αὐτόν. Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον
αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. Ἔλεος καὶ ἀλήθεια συνήντησαν,
δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν· ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη
ἐκ τοῦ οὐρανοῦ διέκυψε. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει
τὸν καρπὸν αὐτῆς· δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ
διαβήματα αὐτοῦ.
Ψαλμὸς
85
Κλῖνον,
Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Φύλαξον τὴν
ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ
σέ. Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. Εὔφρανον τὴν
ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὅτι σύ, Κύριε,
χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι,
Κύριε, τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς
μου ἐκέκραξα πρὸς σέ, ὅτι ἐπήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε,
καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ
προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σὺ
καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ
πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά
σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ
ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ᾿ ἐμὲ καὶ ἐῤῥύσω τὴν ψυχήν μου
ἐξ ᾅδου κατωτάτου. Ὁ Θεός, παράνομοι ἐπανέστησαν ἐπ᾿ ἐμέ, καὶ συναγωγὴ κραταιῶν
ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σύ, Κύριε ὁ Θεός
μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον
ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς
παιδίσκης σου. Ποίησον μετ᾿ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές
με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.
Δόξα...
Καὶ νῦν...
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός, Κύριε,
ἐλέησον (γ')
Δόξα...
Ἦχος
πλ. δ'
Ἰδοὺ
ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει
γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῶ
ὕπνω κατενεχθής, ἵνα μῄ τῶ θανάτω παραδοθής, καὶ τῆς βασιλείας ἔξω κλεισθής,
ἀλλὰ ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν,
διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Καὶ
νῦν...
Θεοτοκίον
Ὁ δι'
ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον
σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου,
δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον,
πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Μὴ
δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, καὶ μὴ διασκεδάσῃς τὴν
διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον
ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ
γ')
Δόξα...
Καὶ νύν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν
ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς
ἄφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κοντάκιον
Ήχος πλ. δ' Ως απαρχάς
Ο Ιακώβ
ωδύρετο, του Ιωσήφ την στέρησιν, και ο γενναίος εκάθητο άρματι, ως βασιλεύς
τιμώμενος, της Αιγυπτίας γαρ τότε ταις ηδοναίς μη δουλεύσας, αντεδοξάζετο παρά
του βλέποντος τας των ανθρώπων καρδίας, και νέμοντος στέφος άφθαρτον.
Κύριε
ἐλέησον (γ')
Δόξα...
Καὶ νῦν...
Τὴν
Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν
ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
ΙΕΡΕΥΣ
Ὁ Θεός
οἰκτιρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τό πρόσωπον αὐτοῦ εφ᾿ ἡμᾶς καὶ
ἐλεήσαι ἡμᾶς
Εἶτα
τάς τρεῖς μεγάλας μετανοίας ποιοῦμεν, λέγοντες καθ' ἑαυτούς, ἐν ἑκάστη ἀνά
στίχον τῆς ἐπομένης εὐχής τοῦ Ἁγίου Ἐφραίμ τοῦ Σύρου.
Κύριε
καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας
μή μοι δῷς.
Πνεῦμα
δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν
ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας
μικρὰς ιβ', καὶ πάλιν μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον
Στίχον τῆς ἀνωτέρω Εὐχῆς,
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν
ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ εὐθὺς ἀρχόμεθα τῶν
Μακαρισμῶν, ψάλλοντες ἕνα ἕκαστον αὐτῶν, εἰς Ἤχον
πλ. β', τό, Μνήσθητι Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου, ὡσαύτως
καὶ μετὰ τό, Δόξα... καὶ τό, Καὶ νῦν... ποιοῦμεν δὲ καὶ
μετάνοιαν μικρὰν μίαν ἐν ἑκάστῳ Μνήσθητι.
ΟΙ
ΜΑΚΑΡΙΣΜΟΙ
Ἦχος
πλ. β'
Ἐν
τῇ βασιλείᾳ σου μνήσθητί ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου,
Μακάριοι
οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν,
Μακάριοι
οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται,
Μακάριοι
οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν,
Μακάριοι
οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται,
Μακάριοι
οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται,
Μακάριοι
οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Μακάριοι
οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται,
Μακάριοι
οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν
οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν
ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Χαίρετε
καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Δόξα...
Μνήσθητι
ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Καὶ
νῦν...
Μνήσθητι
ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Εἶτα
ἑνουμένων τῶν δύο Χορῶν λέγομεν, γεγωνοτέρᾳ τῇ φωνῇ.
Μνήσθητι
ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Μνήσθητι
ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Μνήσθητι
ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Εἶτα
Χορὸς
ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ
οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Στίχος: Προσέλθετε
πρὸς αὐτόν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
Χορὸς
ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ
οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Δόξα...
Χορὸς
ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων, ὑμνεῖ σε καὶ
λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης
σου.
Καὶ
νῦν...
Πιστεύω
εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων
καὶ ἀοράτων.
Καὶ
εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν του Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ
Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ
ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν
οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ
ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ
ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς
Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης
κρῖναι ζῶντας καὶ νεκρούς, οὗ της βασιλείας οὐκ ἔσται τέλος.
Καὶ
εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν , τὸ ἐκ του Πατρὸς
ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ
λαλῆσαν διά τῶν Προφητῶν.
Εἰς
Μίαν , Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν Βάπτισμα εἰς
ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος,
Ἀμήν.
Εἶτα
Ἄνες,
ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν
ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τὰ ἐν νυκτὶ καὶ ἡμέρα, τὰ κατὰ νοῦν καὶ
διάνοιαν, τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν
ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς
ἄφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κοντάκιον.
Ο Ιακώβ
ωδύρετο, του Ιωσήφ την στέρησιν, και ο γενναίος εκάθητο άρματι, ως βασιλεύς
τιμώμενος, της Αιγυπτίας γαρ τότε ταις ηδοναίς μη δουλεύσας, αντεδοξάζετο παρά
του βλέποντος τας των ανθρώπων καρδίας, και νέμοντος στέφος άφθαρτον.
Κύριε
ἐλέησον μ'
Ὁ ἐν
παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος
Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους
ἀγαπῶν καί τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς
ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ
ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς
ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον , τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον
καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου
Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς
τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι
εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε
ἐλέησον (γ')
Δόξα...
Καὶ νῦν...
Τὴν
Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν
ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
ΙΕΡΕΥΣ
Ὁ Θεός
οἰκτιρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τό πρόσωπον αὐτοῦ εφ᾿ ἡμᾶς καὶ
ἐλεήσαι ἡμᾶς
Εἶτα
τάς τρεῖς μεγάλας μετανοίας ποιοῦμεν, λέγοντες καθ' ἑαυτούς, ἐν ἑκάστη ἀνά
στίχον τῆς ἐπομένης εὐχής τοῦ Ἁγίου Ἐφραίμ τοῦ Σύρου.
Κύριε
καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας
μή μοι δῷς.
Πνεῦμα
δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν
ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας
μικρὰς ιβ', καὶ πάλιν μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον
Στίχον τῆς ἀνωτέρω Εὐχῆς,
Ναί,
Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν
ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΑΓΝΩΣΤΗΣ:
Ἅγιος
ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ
γ')
Δόξα...
Καὶ νύν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε,
ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα...
Καὶ νύν...
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν
ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς
ἄφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι
ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κύριε,
ἐλέησον (ιβ΄)
ΙΕΡΕΥΣ
Εὐχὴν
Παναγία
Τριάς, τὸ Ὁμοούσιον κράτος, ἡ ἀδιαίρετος βασιλεία, ἡ πάντων τῶν ἀγαθῶν αἰτία
εὐδόκησον δὴ καὶ ἐπ΄ ἐμοὶ τῷ ἁμαρτωλῷ, στήριξον, συνέτισον τὴν καρδίαν
μου, καὶ πᾶσαν περίελέ μου τὴν βεβηλότητα, φώτισόν μου τὴν διάνοιαν, ἵνα διὰ
παντὸς δοξάζω, ὑμνῶ, προσκυνῶ καὶ λέγω· Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός,
εἰς δόξαν Θεοῦ Πατρός, Ἀμήν.
Δόξα
σοι, Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.
ΧΟΡΟΣ
Δόξα
Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ
Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰώνας τῶν
αἰώνων. Ἀμήν.
Κύριε,
ἐλέησον(γ΄) Πάτερ Ἅγιε εὐλόγησον.
ΙΕΡΕΥΣ
Ἐρχόμενος
ὁ Κύριος ἐπί τό ἑκούσιον Πάθος, διὰ τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός
ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτού
Μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων
Αποστόλων, καὶ πάντων τῶν Ἁγίων,
ἐλεήσαι καὶ σώσαι ῆμᾶς, ὡς
ἀγαθός καὶφιλάνθρωπος καὶ ἐλεήμων Θεός.
ΙΕΡΕΥΣ
Δι᾿
εὐχών τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν,
ἐλέησον καὶ σώσον ῆμᾶς.
ΧΟΡΟΣ: Ἀμήν
Καὶ ἄρχεται
ὁ Ἑσπερινός μετά τῆς Θ. Λειτουργίας τῶν Προηγιασμένων.