{[['']]}
ΙΕΡΕΥΣ
Εὐλογητὸς ὁ
Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
ΙΕΡΕΥΣ: Δόξα σοὶ ὁ Θεός, δόξα
σοί.
Βασιλεῦ
Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα της Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα
Πληρῶν, ὁ Θησαυρός των Ἀγαθῶν καὶ Ζωῆς Χορτηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ
καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
ΑΝΑΓΝΩΣΤΗΣ:
Ἀμήν. Ἅγιος ὁ
Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα... Καὶ
νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ
ὀνόματός σου.
Κύριε,
ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν ὁ
ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς
ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἄφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ
πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι σοῦ ἐστὶν
ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κύριε,
ἐλέησον. (ιβ΄)
Δόξα... Καὶ νύν...
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν
τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Καὶ
ἀναγινώσκεται ἡ Βασιλική ἀκολουθία «Ἐπακούσαι σου» ἀργώς (ἐμμελής ἀπαγγελία),
καθ᾿ ἥν ὁ Ἱερεύς θυμιᾷ τόν ναόν διά κατζίου.
ΨΑΛΜΟΣ
19
Ἐπακούσαι σου
Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἐξαποστείλαι
σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Μνησθείη πάσης θυσίας σου
καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν
τὴν βουλήν σου πληρώσαι. Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου
Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου. Νῦν ἔγνων ὅτι
ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν
δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις,
ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ
ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Κύριε, σῶσον τὸν βασιλέα, καὶ
ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
ΨΑΛΜΟΣ 20
Κύριε, ἐν τῇ
δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται
σφόδρα. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων
αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. (διάψαλμα). Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις
χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Ζωὴν
ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ, μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. Μεγάλη ἡ δόξα
αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ᾿ αὐτόν· ὅτι
δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ
προσώπου σου. Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ
μὴ σαλευθῇ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας
τοὺς μισοῦντάς σε. Θήσεις αὐτοὺς εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου
σου· Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Τὸν
καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, ὅτι
ἔκλιναν εἰς σὲ κακά, διελογίσαντο βουλάς, αἷς οὐ μὴ δύνωνται στῆναι. Ὅτι θήσεις
αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Ὑψώθητι,
Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου.
Δόξα... Καὶ
νύν...
Ἀμήν. Ἅγιος ὁ
Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα... Καὶ
νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ
ὀνόματός σου.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν ὁ
ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς
ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἄφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ
πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι σοῦ ἐστὶν
ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Τροπάρια
Σῶσον, Κύριε,
τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ
βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα...
Ὁ ὑψωθεὶς
ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου
δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν,
νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον
εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν
... Θεοτοκίον
Προστασία
φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε
Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ
χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
ΙΕΡΕΥΣ
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα
ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ
ἐλέησον. ΧΟΡΟΣ: Κύριε, ἐλέησον (γ').
ΙΕΡΕΥΣ
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ
ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ πατρός καὶ
Ἀρχιεπισκόπου ἡμῶν,, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
ΙΕΡΕΥΣ
Δόξα τῇ ἁγίᾳ
καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς
εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ').
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ
στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς).
ΨΑΛΜΟΣ 3.
Κύριε, τί
ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ· πολλοὶ λέγουσι τῇ
ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου
εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ
ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι
Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ
συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας
πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου
ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Ἐγὼ ἐκοιμήθην
καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
ΨΑΛΜΟΣ 37.
Κύριε, μὴ τῷ
θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν
μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ
προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν
ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ
ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς
ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν
σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν
ἴασις ἐν τῇ σαρκί μου· ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ
στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ
στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ
ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. Οἱ φίλοι
μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου
ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ
ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν
ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα
αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ
ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπα·
μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ
ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού
ἐστι διαπαντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς
ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ
ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν
ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός
μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Μὴ ἐγκαταλίπῃς
με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
Πρόσχες εἰς
τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
ΨΑΛΜΟΣ 62.
Ὁ Θεός, ὁ
Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ
ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν
σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου
ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς
χεῖράς μου. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη
ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν
τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν
πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ
δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ
κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι
ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Ἐν τοῖς
ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων
σου ἀγαλλιάσομαι.
Ἐκολλήθη ἡ
ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
Δόξα... Καὶ
νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ').
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε,
ἐλέησον. Δόξα... Καὶ νῦν...
ΨΑΛΜΟΣ 87.
Κύριε, ὁ Θεὸς
τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· εἰσελθέτω ἐνώπιόν
σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. Ὅτι ἐπλήσθη κακῶν ἡ
ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς
λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ὡσεὶ τραυματίαι
καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ἐπ᾿ ἐμὲ
ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ.
Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ
οὐκ ἐξεπορευόμην. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ,
Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· μὴ τοῖς νεκροῖς
ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; Μὴ διηγήσεταί
τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται
ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Κἀγὼ πρὸς
σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε,
ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; Πτωχός εἰμι ἐγὼ καὶ
ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ᾿ ἐμὲ
διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ
ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ
τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Κύριε, ὁ Θεὸς
τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.
Εἰσελθέτω
ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
ΨΑΛΜΟΣ 102.
Εὐλόγει, ἡ
ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· εὐλόγει,
ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν
εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου· τὸν
λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης
σου. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς
ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οἰκτίρμων καὶ
ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ
εἰς τὸν αἰῶνα μηνιεῖ· οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς
ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς
ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν· καθόσον ἀπέχουσιν
ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ
υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη
ὅτι χοῦς ἐσμεν. Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ,
οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ
ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως
τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν
τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ
ποιῆσαι αὐτάς. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία
αὐτοῦ πάντων δεσπόζει. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ
ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ
θέλημα αὐτοῦ· εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς
δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Ἐν παντὶ τόπῳ
τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
ΨΑΛΜΟΣ 142.
Κύριε,
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου
σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν
ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς
νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν
χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός
σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ
πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν
ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε,
ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν
μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ
εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ
ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν
ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Εἰσάκουσόν
μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου
σου. (2)
Τὸ πνεῦμά σου
τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα... Καὶ
νῦν...
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ ἐλπὶς
ἡμῶν, Κύριε, δόξα σοι.
ΙΕΡΕΥΣ
Ἐν εἰρήνῃ τοῦ
Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
Ὑπέρ τῆς
ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς
εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς
τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ
ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων
ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν
εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ
πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (......), τοῦ τιμίου πρεσβυτερίου, τῆς
ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ
εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν
καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς
πόλεως (Μονής Κώμης) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν
αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ
εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Ὑπὲρ πλεόντων,
ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ
ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου
δεηθῶμεν.
Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας,
ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν
τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοὶ
Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι πρέπει
σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Ἤχον πλ. δ'
κατ' Ἤχον.
λέγοντες πρότερον ἕνα ἐκ τῶν ἐφεξῆς Στίχων.
Στίχ. α'. Ἐκ νυκτὸς
ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς
γῆς.
Ἀλληλούϊα. (ἐκ γ')
Στίχ. β'. Δικαιοσύνην μάθετε, οἱ
ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Ἀλληλούϊα. (ἐκ γ')
Στίχ. γ'. Ζῆλος λήψεται
λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Ἀλληλούϊα. (ἐκ γ')
Στίχ.
δ'. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς
γῆς.
Ἀλληλούϊα. (ἐκ γ')
Ἦχος πλ. δ'
Ἰδοὺ ὁ Νυμφίος
ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα,
ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῶ ὕπνω
κατενεχθής, ἵνα μῄ τῶ θανάτω παραδοθής, καὶ τῆς βασιλείας ἔξω κλεισθής, ἀλλὰ
ἀνάνηψον κράζουσα. Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός ἡμῶν, πρεσβείαις τοῦ Προδρόμου
σῶσον ἡμᾶς. (εκ τρίτου)
Εἰς τό τέλος
τοῦ α΄ λέγομεν «πρεσβείαις τοῦ Προδρόμου σῶσον ἡμᾶς.»
Εἰς τό τέλος
τοῦ β΄ «πρεσβείαις τοῦ Ἁγίου (τοῦ Ναοῦ) σῶσον ἡμᾶς.»
Εἰς τό τέλος τοῦ γ΄ «διὰ τῆς
Θεοτόκου ἐλέησον ἡμᾶς.»
éÏ ΙΕΡΕΥΣ
Ἔτι καὶ ἔτι,
ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τῆς Παναγίας,
ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες,
ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοί,
Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι Σὸν τὸ
κράτος, καὶ Σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ
Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Αμήν. .
Κάθισμα
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῶ
Τὸν Νυμφίον
ἀδελφοὶ ἀγαπήσωμεν, τὰς λαμπάδας ἑαυτῶν εὐτρεπίσωμεν, ἐν ἀρεταῖς ἐκλάμποντες
καὶ πίστει ὀρθή, ἵνα ὡς αἱ φρόνιμοι, τοῦ Κυρίου παρθένοι, ἕτοιμοι εἰσέλθωμεν,
σὺν αὐτῷ εἰς τοὺς γάμους, ὁ γὰρ Νυμφίος δῶρον ὡς Θεός, πᾶσι παρέχει τὸν
ἄφθαρτον στέφανον.
Κάθισμα
Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ
Βουλευτήριον
Σωτήρ, παρανομίας κατὰ σοῦ, Ἱερεῖς καὶ Γραμματεῖς, φθόνω ἀθροίσαντες δεινῶς,
εἰς προδοσίαν ἐκίνησαν τὸν Ἰούδαν, ὅθεν ἀναιδῶς, ἐξεπορεύετο, ἐλάλει κατὰ σοῦ,
τοὶς παρανόμοις λαοίς. Τὶ μοὶ φησὶ παρέχετε, καγῶ ὑμῖν αὐτὸν παραδώσω εἰς
χείρας ὑμῶν; Τῆς κατακρίσεως τούτου ῥύσαι, Κύριε τὰς ψυχὰς ἡμῶν.
Κάθισμα
Ἦχος πλ. δ'
Τὴν σοφίαν καὶ
Λόγον
Ἰούδας τὴ
γνώμη φιλαργυρεῖ, κατὰ τοῦ Διδασκάλου ὁ δυσμενής, κινεῖται βουλεύεται, μελετᾷ
τὴν παράδοσιν, τοῦ φωτὸς ἐκπίπτει, τὸ σκότος δεχόμενος, συμφωνεῖ τὴν πράσιν,
πωλεῖ τὸν ἀτίμητον, ὅθεν καὶ ἀγχόνην, ἀμοιβὴν ὧν πὲρ ἕδρα, εὑρίσκει ὁ ἄθλιος,
καὶ ἐπώδυνον θάνατον. Τῆς αὐτοῦ ἡμᾶς λύτρωσαι, μερίδος Χριστὲ ὁ Θεός, τῶν
πταισμάτων ἄφεσιν δωρούμενος, τοὶς ἑορτάζουσι πόθω, τὸ ἄχραντον Πάθος
σου. (δίς)
ΔΙΑΚΟΝΟΣ:
Κ αὶ ὑπέρ
του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν
ἱκετεύσωμεν.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον. (γ')
ΔΙΑΚΟΝΟΣ: Σοφία. Ὀρθοῖ, ἀκούσωμεν
τοῦ ἁγίου Εὐαγγελίου.
ΙΕΡΕΥΣ: Εἰρήνη
πᾶσι.
ΧΟΡΟΣ: Καὶ
τῶ Πνεύματί σου.
ΙΕΡΕΥΣ
Ἐκ
τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου το ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα
σοί, Κύριε, δόξα σοί.
Καὶ ὁ Ἱερεὺς
ἀναγινώσκει τό Εὐαγγέλιον τοῦ Ὄρθρου
Κεφ. 22:
15-46, 23: 1-39
Τῷ καιρῷ
ἐκείνῳ, συμβούλιον ἔλαβον οἱ Φαρισαῖοι κατὰ τοῦ ᾿Ιησοῦ, ὅπως αὐτὸν παγιδεύσωσιν
ἐν λόγῳ. Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν ῾Ηρῳδιανῶν,
λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ
διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Γνοὺς δὲ ὁ
᾿Ιησοῦς τὴν πονηρίαν αὐτῶν, εἶπε· Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ
νόμισμα τοῦ κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. Καὶ λέγει αὐτοῖς· Τίνος ἡ
εἰκὼν αὕτη, καὶ ἡ ἐπιγραφή; Λέγουσιν αὐτῷ· Καίσαρος. Τότε λέγει αὐτοῖς· Ἀπόδοτε
οὖν τὰ Καίσαρος, Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Καὶ ἀκούσαντες, ἐθαύμασαν· καὶ
ἀφέντες αὐτὸν, ἀπῆλθον. ᾿Εν ἐκείνῃ τῇ ἡμέρᾳ, προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ
λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν, λέγοντες· Διδάσκαλε, Μωσῆς
εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα
αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί·
καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα, ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ
ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· ὕστερον δὲ
πάντων ἀπέθανε καὶ ἡ γυνή· ἐν τῇ οὖν ἀναστάσει, τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες
γὰρ ἔσχον αὐτήν. Ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς, εἶπεν αὐτοῖς· Πλανᾶσθε, μὴ εἰδότες
τὰς γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε
ἐκγαμίζονται, ἀλλ᾿ ὡς Ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ εἰσι. Περὶ δὲ τῆς ἀναστάσεως
τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος· «Ἐγώ εἰμι ὁ Θεὸς
᾿Αβραὰμ, καὶ ὁ Θεὸς ᾿Ισαὰκ, καὶ ὁ Θεὸς ᾿Ιακώβ;» οὐκ ἔστιν ὁ Θεὸς, Θεὸς νεκρῶν,
ἀλλὰ ζώντων. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Οἱ δὲ
Φαρισαῖοι, ἀκούσαντες ὅτι ἐφίμωσε τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό,
καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, Νομικός, πειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε,
ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· «Ἀγαπήσεις Κύριον τὸν
Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ
σου.» Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὐτῇ· «Ἀγαπήσεις τὸν
πλησίον σου ὡς σεαυτόν.» Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ
προφῆται κρέμανται. Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ ᾿Ιησοῦς,
λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ· Τοῦ
Δαυΐδ. Λέγει αὐτοῖς· Πῶς οὖν Δαυΐδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων,
«Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
ὑποπόδιον τῶν ποδῶν σου;» Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι;
Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς
ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι. Τότε ὁ ᾿Ιησοῦς ἐλάλησε τοῖς ὄχλοις, καὶ τοῖς
Μαθηταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ
Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ
τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γάρ, καὶ οὐ ποιοῦσι. Δεσμεύουσι γὰρ φορτία
βαρέα καὶ δυσβάστακτα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ
δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά. Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ
θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ
κράσπεδα τῶν ἱματίων αὐτῶν· φιλοῦσι τὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ
τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ
καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββὶ, Ῥαββί. Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί· εἷς γὰρ
ὑμῶν ἐστιν ὁ διδάσκαλος, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. Καὶ πατέρα μὴ
καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Μηδὲ
κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ Χριστός. Ὁ δὲ μείζων ὑμῶν,
ἔσται ὑμῶν διάκονος. Ὅστις δὲ ὑψώσει ἑαυτὸν, ταπεινωθήσεται, καὶ ὅστις
ταπεινώσει ἑαυτὸν, ὑψωθήσεται. Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,
ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο
λήψεσθε περισσότερον κρῖμα. Οὐαὶ δὲ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,
ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ
εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ
Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα
προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. Οὐαὶ
ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες· Ὅς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν
ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει. Μωροὶ καὶ τυφλοί! τίς γὰρ μείζων ἐστίν, ὁ
χρυσὸς, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; Καὶ· Ὅς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ,
οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. Μωροὶ καὶ
τυφλοί! τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; Ὁ οὖν
ὀμόσας ἐν τῷ θυσιαστηρίῳ, ὀμνύει ἐν αὐτῷ, καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· Καὶ ὁ
ὀμόσας ἐν τῷ ναῷ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν· καὶ ὁ ὁμόσας ἐν
τῷ οὐρανῷ, ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ, καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. Οὐαὶ
ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἠδύοσμον καὶ τὸ
ἄνηθον, καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ
ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι. Ὁδηγοὶ τυφλοί,
οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες! Οὐαὶ ὑμῖν, Γραμματεῖς
καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς
παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας. Φαρισαῖε τυφλέ, καθάρισον
πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν
καθαρόν. Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις
κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων
νεκρῶν καὶ πάσης ἀκαθαρσίας. Οὕτω καὶ ὑμεῖς, ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις
δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας. Οὐαὶ ὑμῖν, Γραμματεῖς
καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε
τὰ μνημεῖα τῶν δικαίων, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν,
οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν Προφητῶν. Ὥστε μαρτυρεῖτε ἑαυτοῖς,
ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς Προφήτας. Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν
πατέρων ὑμῶν. Ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
Διὰ τοῦτο, ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς,
καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς
συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα
δίκαιον, ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος ῎Αβελ τοῦ δικαίου, ἕως τοῦ
αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ
θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
῾Ιερουσαλὴμ, ῾Ιερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς
ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον
ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ,
ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Λέγω γὰρ ὑμῖν· οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι, ἕως
ἂν εἴπητε· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου».
ΧΟΡΟΣ: Δόξα
σοί, Κύριε, δόξα σοί.
ΑΝΑΓΝΩΣΤΗΣ
Ν' Ψαλμός χύμα
Ἐλέησόν με, ὁ
Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ
ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού
ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν
ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ
ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς
με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου
ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον
ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ
ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ
πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ
σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου·
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν
τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
ΔΙΑΚΟΝΟΣ:
Ἔτι καὶ ἔτι,
ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τῆς Παναγίας,
ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες,
ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοί,
Κύριε.
ΙΕΡΕΥΣ
Σὺ γὰρ εἶ ὁ
Βασιλεὺς τῆς εἰρήνης, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν
Τὴν ὥραν ψυχή,
τοῦ τέλους ἐννοήσασα, καὶ τὴν ἐκκοπήν, τῆς συκῆς δειλιάσασα, τὸ δοθὲν σοὶ
τάλαντον, φιλοπόνως ἔργασαι ταλαίπωρε, γρηγοροῦσα καὶ κράζουσα. Μὴ μείνωμεν ἔξω
τοῦ νυμφῶνος Χριστοῦ.
Ὁ Οἶκος
Τὶ ῥαθυμεῖς
ἀθλία ψυχή μου; τὶ φαντάζη ἀκαίρως μερίμνας ἀφελεῖς; τὶ ἀσχολεὶς πρὸς τὰ
ῥέοντα; ἐσχάτη ὥρα ἐστὶν ἀπάρτι, καὶ χωρίζεσθαι μέλλομεν τῶν ἐνταῦθα, ἕως
καιρὸν κεκτημένη, ἀνάνηψον κράζουσα. Ἡμάρτηκά σοὶ Σωτήρ μου, μὴ ἐκκόψης με,
ὥσπερ τὴν ἄκαρπον συκήν, ἀλλ' ὡς εὔσπλαγχνος Χριστέ, κατοικτείρησον, φόβω
κραυγάζουσαν. Μὴ μείνωμεν ἔξω τοῦ νυμφῶνος Χριστοῦ.
Συναξάριον
Τὴ ἁγία καὶ
μεγάλη Τρίτη, τῆς τῶν δέκα Παρθένων παραβολῆς, τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου,
μνείαν ποιούμεθα.
Στίχοι
Τρίτη μεγίστη Παρθένους δέκα φέρει,
Νίκην φερούσας ἀδεκάστου Δεσπότου.
Ἀλλ' ὧ Νυμφίε
Χριστέ, μετὰ τῶν φρονίμων ἡμᾶς συναρίθμησον Παρθένων, καὶ τὴ ἐκλεκτή σου
σύνταξον ποίμνη, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.
Ποίημα Κοσμᾶ
Μοναχοῦ
Ὠδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς
Τῶ δόγματι, τῶ
τυραννικῶ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνω βληθέντες, Θεὸν
ὡμολόγουν ψάλλοντες. Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον».
Δόξα σοὶ ὁ
Θεός, δόξα σοί.
Ῥαθυμίαν, ἄποθεν
ἡμῶν, βαλλώμεθα, καὶ φαιδραῖς ταὶς λαμπάσι, τῶ ἀθανάτω Νυμφίω Χριστῷ, ὕμνοις
συναντήσωμεν. Εὐλογεῖτε βοῶντες, τὰ ἔργα τὸν Κύριον.
Εὐλογοῦμεν
Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα τόν Κύριον.
Ἱκανούσθω, τὸ
κοινωνικόν, ψυχῆς ἡμῶν ἔλαιον ἐν ἀγγείοις, ὅπως ἐπάθλων μὴ θέντες καιρὸν
ἐμπορίας, ψάλλωμεν. Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Καὶ νῦν...
Τὸ τάλαντον,
ὅσοι πρὸς Θεοῦ, ἐδέξασθε ἰσοδύναμον χάριν, ἐπικουρία τοῦ δόντος Χριστοῦ,
αὐξήσατε ψάλλοντες. Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Αἰνοῦμεν,
εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον
Καταβασία
Τῶ δόγματι, τῶ
τυραννικῶ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνω βληθέντες, Θεὸν
ὡμολόγουν ψάλλοντες. Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
ΔΙΑΚΟΝΟΣ
Τὴν Θεοτόκον
καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες, μεγαλύνωμεν.
ΧΟΡΟΣ
Ὠδὴ
θ' Ὁ Εἱρμὸς
Ἡ τὸν
ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῶ Κόσμω κυήσασα, σὲ ὑμνοῦμεν,
Παναγία Παρθένε.
Δόξα...
Τοὶς Μαθηταῖς
ὁ ἀγαθός, γρηγορεῖτε ἔφησας, ἢ γὰρ ὥρα ἤξει ὁ Κύριος, ἀγνοεῖτε, ἀποδοῦναι
ἑκάστω.
Καὶ νῦν...
Ἐν τῇ δευτέρα
σου φρικτή, παρουσία Δέσποτα, δεξιοῖς προβάτοις μὲ σύνταξον, τῶν πταισμάτων,
παριδῶν μου τὰ πλήθη.
Καταβασία
Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ
χωρήσασα, καὶ χαρὰν τῶ Κόσμω κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.
ΔΙΑΚΟΝΟΣ
Ἔτι καὶ ἔτι,
ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ:
Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τῆς Παναγίας,
ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες,
ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοί,
Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι Σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν
οὐρανῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπουμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ
Ἐξαποστειλάριον
Αὐτόμελον
Ψαλλόμενον
ἀργῶς καὶ μετὰ μέλους
Ἦχος γ'
Τὸν νυμφώνά
σου βλέπω, Σωτήρ μου κεκοσμημένον, καὶ ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ,
λάμπρυνόν μου τὴν στολὴν τῆς ψυχῆς, Φωτοδότα, καὶ σώσόν με. ( Ἐκ γ')
Εἰς τοὺς
Αἴνους
Στιχηρὰ Ἰδιόμελα
Ἦχος α'
Στίχος α΄Αἰνεῖτε
αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης
αὐτοῦ.
Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς
εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτὼν
μὲ ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων,
καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σώσόν με ὡς φιλάνθρωπος.
Στίχος
β΄ Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ
κιθάρα.
Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, πῶς
εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτὼν
μὲ ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων,
καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, καὶ σώσόν με ὡς φιλάνθρωπος.
Ἦχος β'
Στίχος
γ΄ Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ
ὀργάνω.
Ὁ τὴ
ψυχῆς ῥαθυμία νυστάξας, οὐ κέκτημαι Νυμφίε Χριστέ, καιομένην λαμπάδα τὴν ἐξ
ἀρετῶν, καὶ νεάνισιν ὡμοιώθην μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος, τὰ
σπλάγχνα τῶν οἰκτιρμῶν σου, μὴ κλείσης μοὶ Δέσποτα, ἀλλ' ἐκτινάξας μου τὸν
ζοφερὸν ὕπνον ἐξανάστησον, καὶ ταὶς φρονίμοις συνεισάγαγε Παρθένοις, εἰς
νυμφῶνα τὸν σόν, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, καὶ βοώντων ἀπαύστως. Κύριε
δόξα σοί.
Στίχος
δ΄ Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις
ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ τὴ
ψυχῆς ῥαθυμία νυστάξας, οὐ κέκτημαι Νυμφίε Χριστέ, καιομένην λαμπάδα τὴν ἐξ
ἀρετῶν, καὶ νεάνισιν ὡμοιώθην μωραῖς, ἐν καιρῷ τῆς ἐργασίας ῥεμβόμενος, τὰ
σπλάγχνα τῶν οἰκτιρμῶν σου, μὴ κλείσης μοὶ Δέσποτα, ἀλλ' ἐκτινάξας μου τὸν
ζοφερὸν ὕπνον ἐξανάστησον, καὶ ταὶς φρονίμοις συνεισάγαγε Παρθένοις, εἰς
νυμφῶνα τὸν σόν, ὅπου ἦχος καθαρὸς ἑορταζόντων, καὶ βοώντων ἀπαύστως. Κύριε
δόξα σοί.
Δόξα... Καὶ νύν...
Ἦχος δ'
Τοῦ κρύψαντος
τὸ τάλαντον, τὴν κατάκρισιν, ἀκούσασα ψυχή, μὴ κρυπτε λόγον Θεοῦ, κατάγγελλε τὰ
θαυμάσια αὐτοῦ, ἵνα πλεονάζουσα τὸ χάρισμα, εἰσέλθης, εἰς τὴν χαρὰν τοῦ Κυρίου
σου.
ΙΕΡΕΥΣ
Σοὶ δόξα
πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ
Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΝΑΓΝΩΣΤΗΣ
Δόξα ἐν
ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν
σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου
δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές,
Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ
Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ
κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον
ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ
Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν
αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ
γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός
μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός
σου τοῖς γινώσκουσί σε.
Καταξίωσον,
Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ
Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς
αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα,
συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί
σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ
πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΔΙΑΚΟΝΟΣ
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ
Κυρίῳ.
ΧΟΡΟΣ: Κύριε
ἐλέησον
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ
διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
ΧΟΡΟΣ: Κύριε
ἐλέησον
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν,
εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
ΧΟΡΟΣ: Παράσχου
Κύριε [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα
τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ
τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς
ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν
εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν,
ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ
βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας
[Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς
καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ
φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ
τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΙΕΡΕΥΣ: Εἰρήνη
πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.
ΔΙΑΚΟΝΟΣ: Τὰς
κεφαλὰς ἡμῶν τῷ Κυρίῳ
κλίνωμεν.
ΧΟΡΟΣ: Σοί, Κύριε.
ΙΕΡΕΥΣ
Κύριε, Ἅγιε, ὁ
ἐν ὑψηλοῖς κατοικών και τα ταπεινά εφορών και τω παντεφόρω σου όκκατι επιβλέπων
επί πάσαν την κτίσιν, σοι εκλίναμεν τον αυχένα της ψυχής και του σώματος και
δεόμεθα σου, άγιε αγίων· έκτεινον την χείρα σου την αόρατον εξ αγίου
κατοικητηρίου σου και ευλόγησον πάντας ημάς· και ει τι ημάρτομεν εκουσίως ή
ακουσίως, ως αγαθός και φιλάνθρωπος Θεός συγχώρησον, δωρούμενος ημίν τα εγκόσμια
και υπερκόσμια αγαθά σου.
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν
ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Εἰς τὰ
Ἀπόστιχα
Ἰδιόμελα
Ἦχος πλ. β'
Δεῦτε πιστοί,
ἐπεργασώμεθα προθύμως τῶ Δεσπότη, νέμει γὰρ τοὶς δούλοις τὸν πλοῦτον, καὶ
ἀναλόγως ἕκαστος, πολυπλασιάσωμεν, τὸ τῆς χάριτος τάλαντον. Ὁ μέν σοφίαν
κομιείτω, δι' ἔργων ἀγαθῶν. Ὁ δὲ λειτουργίαν λαμπρότητος ἐπιτελείσθω,
κοινωνείτω δὲ τοῦ λόγου, πιστος τῶ ἀμυήτω, καὶ σκορπιζέτω τὸν πλοῦτον, πένησιν
ἄλλος, οὕτω γὰρ τὸ δάνειον πολυπλασιάσομεν, καὶ ὡς οἰκονόμοι πιστοὶ τῆς
χάριτος, δεσποτικῆς χαρὰς ἀξιωθῶμεν, αὐτῆς ἡμᾶς καταξίωσον, Χριστε ὁ Θεός, ὡς
φιλάνθρωπος.
Στίχος
α'. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ
ηὐφράνθημεν ἐν πάσαις ταὶς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ’ ὧν ἡμερῶν
ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ
τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.
Ὅταν ἔλθης ἐν
δόξῃ μέτ' Ἀγγελικῶν Δυνάμεων, καὶ καθίσης ἐν θρόνῳ Ἰησοῦ διακρίσεως, μὴ μὲ
Ποιμὴν ἀγαθὲ διαχωρίσης, ὁδοὺς δεξιὰς γὰρ οἶδας, διεστραμμέναι δὲ εἰσιν αἱ
εὐώνυμοι, μὴ οὖν ἐρίφοις με, τὸν τραχὺν τὴ ἁμαρτία συναπολέσης, ἀλλὰ τοὶς ἐκ
δεξιῶν, συναριθμήσας προβάτοις, σώσόν με ὡς φιλάνθρωπος.
Στίχος β'. Καὶ ἔστω ἡ
λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον
ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Ὁ Νυμφίος
ὁ κάλλει ὡραῖος, παρὰ πάντας ἀνθρώπους, ὁ συγκαλέσας ἡμᾶς, πρὸς ἑστίασιν πνευματικὴν
τοῦ νυμφώνός σου, τὴν δυσείμονά μου μορφήν, τῶν πταισμάτων ἀπαμφίασον, τὴ
μεθέξει τῶν παθημάτων σου, καὶ στολὴν δόξης κοσμήσας, τῆς σῆς ὡραιότητος,
δαιτυμόνα φαιδρὸν ἀνάδειξον, τῆς Βασιλείας σου ὡς εὔσπλαγχνος.
Δόξα... Καὶ
νύν...
Ἦχος βαρὺς
Ἰδοὺ σοὶ τὸ
τάλαντον, Δεσπότης ἐμπιστεύει ὁ ψυχή μου, φόβω δέξαι τὸ χάρισμα, δάνεισαι τῶ
δεδωκότι, διάδος πτωχοίς, καὶ κτῆσαι φίλον τὸν Κύριον, ἵνα στῆς ἐκ δεξιῶν
αὐτοῦ, ὅταν ἔλθη φωνῆς. Εἴσελθε ἐν δόξῃ, καὶ ἀκούσης μακαριας δοῦλε, εἰς τὴν
χαρὰν τοῦ Κυρίου σου, Αὐτῆς ἀξίωσόν με, Σωτὴρ τὸν πλανηθέντα, διὰ τὸ μέγα σου
ἔλεος.
ΙΕΡΕΥΣ
Ἀγαθὸν τὸ
ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε· τοῦ
ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
ΑΝΑΓΝΩΣΤΗΣ
Ἅγιος ὁ Θεός,
Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα... Καὶ
νύν...
Παναγία Τριάς,
ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ
ὀνόματός σου.
Κύριε,
ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νύν...
Πάτερ ἡμῶν ὁ
ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ
θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς
ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἄφίεμεν τοὶς
ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ
πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι σοῦ ἐστὶν
ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κοντάκιον
Ἦχος β'
Τὰ ἄνω ζητῶν
Τὴν ὥραν ψυχή,
τοῦ τέλους ἐννοήσασα, καὶ τὴν ἐκκοπήν, τῆς συκῆς δειλιάσασα, τὸ δοθὲν σοὶ
τάλαντον, φιλοπόνως ἔργασαι ταλαίπωρε, γρηγοροῦσα καὶ κράζουσα. Μὴ μείνωμεν ἔξω
τοῦ νυμφῶνος Χριστοῦ.
Κύριε ελέησον (ιβ΄) Δόξα...
Καὶ νύν...
Τὴν Τιμιωτέραν
τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν
Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
ΙΕΡΕΥΣ
Σοφία.
Ὁ ὤν
εὐλογητός Χριστός ὁ Θεός ἡμών, πάντοτε νῦν, και αεί, καὶ εἰς τοὺς αἰώνας
τῶν αἰώνων. Ἀμήν.
Εὐχή
Ἐπουράνιε
Βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ Ἔθνη
πράϋνον, τὸν Κόσμον εἰρήνευσον, τὴν ἁγίαν Ἐκκλησίαν (ἢ Μονήν) ταύτην καλῶς
διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων
τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ
φιλάνθρωπος.
Εἶτα τάς τρεῖς
μεγάλας μετανοίας ποιοῦμεν, λέγοντες καθ' ἑαυτούς, ἐν ἑκάστη ἀνά στίχον τῆς
ἐπομένης εὐχής τοῦ Ἁγίου Ἐφραίμ τοῦ Σύρου.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα
ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης,
ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ
ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς
ιβ', καὶ πάλιν μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον Στίχον τῆς
ἀνωτέρω Εὐχῆς,
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ
ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι,
Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.
ΧΟΡΟΣ
Δόξα
Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ
Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰώνας τῶν
αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον(γ΄) Πάτερ
Ἅγιε εὐλόγησον.
ΙΕΡΕΥΣ
Ἐρχόμενος ὁ
Κύριος ἐπί τό ἑκούσιον Πάθος, διὰ τήν ἡμῶν σωτηρίαν, Χριστός ὁ ἀληθινός Θεός
ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτού
Μητρός, δυνάμει τοῦ τιμίου καὶζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων
ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου
Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων,
ἐνδόξων καὶ πανευφήμων Αποστόλων, τοῦ ἁγίου
ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Βαρνάβα -
ἱδρυτοῦ καὶ προστάτου τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Κύπρου, τῶν
ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν
ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ) τῶν
ἁγίων καὶ δικαίων θεοπατόρων
Ἰωακείμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων,
ἐλεήσαι καὶ σώσαι ῆμᾶς, ὡς
ἀγαθός καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
ΙΕΡΕΥΣ
Δι᾿ εὐχών τῶν
ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν,
ἐλέησον καὶ σώσον ῆμᾶς.
ΧΟΡΟΣ: Ἀμήν