{[['']]}
ΜΕΓΑΛΗ
ΠΑΡΑΣΚΕΥΗ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
ΙΕΡΕΥΣ
Εὐλογητὸς
ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς
103
Εὐλόγει
ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ
μεγαλοπρέπειαν ἐνεδύσω ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ
δέῤῥιν· ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ,
ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς
λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ
κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ,
ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα· ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς
σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν
ἐθεμελίωσας αὐτά· ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν
γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν· ἐπ᾿
αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ
ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι
πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα
τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι,
τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ
τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου
σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν
ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται
ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς
ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς
κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν
ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων· ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν
ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς
εὔκαιρον. Δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα
πλησθήσονται χρηστότητος. Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται·
ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν
ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ
πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς
ἔργοις αὐτοῦ· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν
ὀρέων καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω·
ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. 35 Ἐκλείποιεν
ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου,
τὸν Κύριον.
Καὶ
πάλιν
Ὁ ἥλιος
ἔγνω τὴν δύσιν αὐτοῦ, ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη
τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα...
Καὶ νῦν ...
Ἀλληλούϊα,
Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς
ἡμῶν, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ
Ἐν
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
Ὑπέρ
τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί
τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ
εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (......), τοῦ
τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ,
τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν
θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τῆς πόλεως (Μονής Κώμης) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει
οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ
εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Ὑπὲρ
πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας
αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου
δεηθῶμεν.
Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας,
ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν
τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοὶ
Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι
πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΨΑΛΜΟΣ
ΡΜ' 140
Ήχος
α'
Κύριε
ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς
σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω
ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ,
εἰσάκουσόν μου, Κύριε.
Θοῦ,
Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ
ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν
ἁμαρτίαις.
Σὺν
ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει
με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
κεφαλήν μου.
Ὅτι
ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ
κριταὶ αὐτῶν.
Ἀκούσονται
τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ
ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.
Ὅτι
πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν
μου.
Φύλαξόν
με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν
ἀνομίαν.
Πεσοῦνται
ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς
141
Φωνῇ
μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ
ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν
τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν
ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν
εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο
φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα
πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες
πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί
με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἐξάγαγε
ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἐμὲ
ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς
129
Ἐκ
βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Γενηθήτω
τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἐὰν
ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός
ἐστιν.
Ἦχος
α'
Πᾶσα
ἡ κτίσις, ἡλλοιοῦτο φόβω, θεωρούσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ, ὁ ἥλιος
ἐσκοτίζετο, καὶ γὴς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῶ τὰ πάντα
κτίσαντι, ὁ ἑκουσίως δι' ἡμᾶς ὑπομεῖνας, Κύριε δόξα σοί.
Ἕνεκεν
τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Πᾶσα
ἡ κτίσις, ἡλλοιοῦτο φόβω, θεωρούσά σε, ἐν σταυρῷ κρεμάμενον Χριστέ, ὁ ἥλιος
ἐσκοτίζετο, καὶ γὴς τὰ θεμέλια συνεταράττετο, τὰ πάντα συνέπασχον, τῶ τὰ πάντα
κτίσαντι, ὁ ἑκουσίως δι' ἡμᾶς ὑπομεῖνας, Κύριε δόξα σοί.
Ἀπὸ
φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν
Κύριον.
Ἦχος
β'
Λαὸς
δυσσεβὴς καὶ παράνομος, ἵνα, τὶ μελετᾷ κενὰ; ἵνα τὶ τὴν ζωὴν τῶν ἁπάντων θανάτω
κατεδίκασε; Μέγα θαώμα! ὅτι ὁ Κτίστης τοῦ Κόσμο, εἰς χείρας ἀνόμων παραδίδοται,
καὶ ἐπὶ ξύλου ἀνυψοῦται, ὁ φιλάνθρωπος, ἵνα τοὺς ἐν Ἅδη δεσμώτας ἐλευθερώσῃ
κράζοντας. Μακρόθυμε Κύριε δόξα σοί.
Ὅτι
παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις καὶ αὐτὸς λυτρώσεται
τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Σήμερον
σὲ θεωροῦσα, ἡ ἄμεμπτος Παρθένος, ἐν Σταυρῷ Λόγε ἀναρτώμενον, ὀδυρομένη μητρῷα
σπλάγχνα, ἐτέτρωτο τὴν καρδίαν πικρῶς, καὶ στενάζουσα ὀδυνηρῶς ἐκ βάθους ψυχῆς,
παρειὰς σὺν θριξὶ καταξαίνουσα, κατετρύχετο, διὸ καὶ τὸ στῆθος τύπτουσα,
ἀνέκραγε γοερῶς. Οἴμοι θεῖον Τέκνον! οἴμοι τὸ φῶς τοῦ Κόσμου! τὶ ἔδυς ἐξ
ὀφθαλμῶν μου, ὁ Ἀμνὸς τοῦ Θεοῦ; ὅθεν αἱ στρατιαὶ τῶν Ἀσωμάτων, τρόμω,
συνείχοντο λέγουσαι. Ἀκατάληπτε Κύριε δόξα σοί.
Αἰνεῖτε
τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ἐπὶ
ξύλου βλέπουσα, κρεμάμενον Χριστέ, σὲ τὸν πάντων Κτίστην καὶ Θεόν, ἡ σὲ ἀσπόρως
τεκοῦσα, ἐβόα πικρῶς. Υἱέ μου, ποῦ τὸ κάλλος ἔδυ τῆς μορφῆς σου; οὐ φέρω
καθορᾶν σε, ἀδίκως σταυρούμενον, σπεῦσον οὖν ἀνάστηθι, ὅπως ἴδω καγῶ, σοῦ τὴν
ἐκ νεκρῶν, τριήμερον ἐξανάστασιν.
Ὅτι
ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν
αἰῶνα.
Ἦχος
πλ. β'
Σήμερον
ὁ Δεσπότης τῆς κτίσεως, παρίσταται Πιλάτω, καὶ σταυρῶ παραδίδοται ὁ Κτίστης τῶν
ἁπάντων, ὡς ἀμνὸς προσαγόμενος τὴ ἰδία βουλήσει, τοὶς ἤλοις προσπήγνυται, καὶ
τὴν πλευρὰν κεντᾶται, καὶ τῶ σπόγγω προσψαύεται, ὁ μάννα ἑπομβρήσας, τὰς
σιαγόνας ῥαπίζεται, ὁ Λυτρωτὴς τοῦ Κόσμου, καὶ ὑπὸ τῶν ἰδίων δούλων ἐμπαίζεται,
ὁ Πλάστης τῶν ἁπάντων. Ὧ Δεσπότου φιλανθρωπίας! ὑπὲρ τῶν σταυρούντων παρεκάλει
τὸν ἴδιον Πατέρα, λέγων. Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ, γὰρ οἴδασιν οἱ
ἄνομοι, τὶ ἀδίκως πράττουσιν.
Δόξα...
Ἦχος
πλ. β'
Ὦ!
πῶς ἡ παράνομος συναγωγή, τὸν Βασιλέα τῆς Κτίσεως κατεδίκασε θανάτω, μὴ
αἰδεσθεῖσα τὰς εὐεργεσίας, ἃς ἀναμιμνήσκων, προησφαλίζετο λέγων πρὸς αὐτούς.
Λαός μου τὶ ἐποίησα ὑμῖν, οὐ θαυμάτων ἐνέπλησα τὴν Ἰουδαίαν, οὐ νεκροὺς
ἐξανέστησα μόνω τῶ λόγῳ; οὐ πᾶσαν μαλακίαν ἐθεράπευσα καὶ νόσον, τὶ οὖν μοὶ
ἀνταποδίδοτε; εἰς τὶ ἀμνημονείτέ μου; ἀντὶ τῶν ἰαμάτων πληγὰς μοὶ ἐπιθέντες,
ἀντὶ ζωῆς νεκροῦντες, κρεμῶντες ἐπὶ ξύλου, ὡς κακοῦργον, τὸν εὐεργέτην, ὡς
παράνομον, τόν νομοδότην, ὡς κατάκριτον, τὸν πάντων βασιλέα. Μακρόθυμε Κύριε
δόξα σοί.
Καὶ
νύν...
Φοβερὸν
καὶ παράδοξον Μυστήριον, σήμερον ἐνεργούμενον καθορᾶται. Ὁ ἀναφῆς κρατεῖται,
δεσμεῖται, ὁ λύων τὸν Ἀδὰμ τῆς κατάρας. Ὁ ἐτάζων καρδίας καὶ νεφρούς, ἀδίκως
ἐτάζεται, εἱρκτὴ κατακλείεται, ὁ τὴν ἄβυσσον κλείσας, πιλάτω παρίσταται, ὧ
τρόμω παρίστανται οὐρανῶν αἱ Δυνάμεις, ῥαπίζεται χειρὶ τοῦ πλάσματος, ὁ
Πλάστης, ξύλω κατακρίνεται, ὁ κρίνων ζῶντας καὶ νεκρούς, τάφω κατακλείεται, ὁ
καθαιρέτης τοῦ Ἄδου. Ὁ πάντα φέρων συμπαθῶς, καὶ πάντας σώσας τῆς ἀρᾶς,
ἀνεξίκακε Κύριε δόξα σοί.
Ψαλλομένου
τοῦ Δοξαστικοῦ, ἀνοίγονται τὰ Βημόθυρα καὶ ἐξέρχονται τῆς βορείου Πύλης ὁ
Διάκονος καὶ ὁ Ἱερεύς μετὰ τοῦ ἱεροῦ Εὐαγγελίου, καὶ γίνεται ἡ μικρὰ Εἴσοδος.
ΔΙΑΚΟΝΟΣ: Τοῦ
Κυρίου δεηθῶμεν
ΙΕΡΕΥΣ
Ἑσπέρας
καὶ πρωῒ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου,
Δέσποτα τῶν ἁπάντων, Φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς
θυμίαμα ἐνώπιόν σου, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς
λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν,
ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν, μὴ
καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΔΙΑΚΟΝΟΣ: Εὐλόγησον
Δέσποτα, τὴν ἁγίαν εἴσοδον.
ΙΕΡΕΥΣ
Εὐλογημένη
ἡ Εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΔΙΑΚΟΝΟΣ: Σοφία,
Ὀρθοί.
ΑΝΑΓΝΩΣΤΗΣ
Φῶς
ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ
ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ
Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σε δοξάζει.
ΔΙΑΚΟΝΟΣ: Ἑσπέρας.
ΑΝΑΓΝΩΣΤΗΣ: Προκείμενον Ἦχος
δ' Ψαλμός ΚΑ’. 21
Διεμερίσαντο
τὰ ἱμάτιά μου ἑαυτοίς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Στίχος: Ὁ Θεός,
ὁ Θεός μου, πρόσχες μοί, ἵνα τὶ ἐγκατέλιπές με;
Τῆς
Ἐξόδου τὸ Ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.
(Κέφ.
ΛΓ' 11-23)
Ἐλάλησε
Κύριος πρὸς Μωϋσήν, ἐνώπιος ἐνωπίω, ὡς εἶ τὶς λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον,
καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν. Ὁ δὲ θεράπων Ἰησοῦς, υἱὸς Ναυὴ νέος, οὐκ
ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωϋσῆς πρὸς Κύριον. Ἰδοὺ σὺ μοὶ λέγεις,
Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοί, ὃν συναποστελεῖς μὲτ ἐμοῦ. Σὺ
δὲ μοὶ εἴπας. Οἴδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ' ἐμοί. Εἰ οὖν εὕρηκα
χάριν ἐναντίον σου, ἐμφάνισόν μοὶ σεαυτόν, ἵνα γνωστῶς ἴδω σε, ὅπως ἂν ὧ εὐρηκῶς
χάριν ἐνώπιόν σου, καὶ ἵνα γνῷ, ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο. Καὶ λέγει.
Αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε, καὶ εἶπε πρὸς αὐτόν. Εἰ μὴ σὺ αὐτὸς
συμπορεύση μεθ' ἡμῶν, μὴ μὲ ἀναγάγης ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς,
ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ' ἢ συμπορευομένου σου
μεθ' ἡμῶν; καὶ ἐνδοξασθήσομαι ἐγώ τε, καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα
ἐπὶ τῆς γῆς ἐστιν. Εἶπε δὲ Κύριος πρὸς Μωϋσήν. Καὶ τούτόν σοὶ τὸν λόγον, ὃν
εἴρηκας, ποιήσω, εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ, καὶ οἴδά σε παρὰ πάντας. Καὶ
λέγει Μωϋσῆς. Δείξόν μοὶ τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν. Ἐγὼ παρελεύσομαι
πρότερός σου τὴ δόξη μου, καὶ καλέσω τῶ ὀνόματί μου. Κύριος ἐναντίον σου, καὶ
ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Καὶ εἶπεν, οὐ δυνήση ἰδεῖν
τὸ πρόσωπόν μου, οὐ γὰρ μὴ ἴδη ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. Καὶ εἶπε
Κύριος, ἰδοὺ τόπος παρ' ἐμοί, καὶ στήθι ἐπὶ τῆς πέτρας, ἡνίκα δ' ἂν παρέλθη ἡ
δόξα μου, καὶ θήσω σὲ εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τὴ χειρί μου ἐπὶ σέ, ἕως
ἂν παρέλθω, καὶ ἀφελῶ τὴν χείρά μου, καὶ τότε ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν
μου οὐκ ὀφθήσεταί σοί.
Προκείμενον Ἦχος
δ' Ψαλμός ΛΔ΄. 34
Δίκασον,
Κύριε, τοὺς ἀδικούντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.
Στίχος: Ἀνταπεδίδοσάν
μοὶ πονηρά, ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
Ἰὼβ
τὸ Ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.
(Κέφ.
ΜΒ', 12-17)
Εὐλόγησε
Κύριος τὰ ἔσχατα τοῦ Ἰὼβ μᾶλλον, ἢ τὰ ἔμπροσθεν, ἣν δὲ τὰ κτήνη αὐτοῦ, πρόβατα
μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι
νομάδες χίλιαι. Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτά, καὶ θυγατέρες τρεῖς. Καὶ ἐκάλεσε
τὴν μὲν πρώτην, Ἡμέραν, τὴν δὲ δευτέραν, Κασσίαν, τὴν δὲ τρίτην, Ἀμαλθαίας
κέρας. Καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰώβ, βελτίους αὐτῶν ἐν τῇ ὑπ'
οὐρανόν, ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοίς. Ἔζησε δὲ Ἰώβ,
μετὰ τὴν πληγήν, ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια
τεσσαράκοντα. Καὶ εἶδεν ἰωβ τοὺς υἱοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ,
τετάρτην γενεάν, καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος, καὶ πλήρης ἡμερῶν. Γέγραπται
δέ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν ὁ Κύριος ἀνίστησιν. Οὗτος ἑρμηνεύεται ἐκ
τῆς Συριακῆς βίβλου, ἐν μὲν γῆ κατοικῶν τὴ Αὐσίτιδι, ἐπὶ τοῖς Ὁρίοις τῆς
Ἰδουμαίας, καὶ Ἀραβίας, προϋπῆρχε δὲ αὐτῷ ὄνομα, Ἰωβάβ, λαβὼν δὲ γυναίκα
Ἀράβισσαν, γεννᾷ υἱόν, ὧ ὄνομα Ἑνῶν. 'Ἣν δὲ αὐτὸς πατρὸς μὲν Ζαρέ, ἐκ τῶν Ἡσαὺ
υἱῶν υἱός, μητρὸς δὲ Βοσόρρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ.
Προφητείας
Ἡσαϊου τὸ Ἀνάγνωσμα
ΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.
(Κέφ.
ΝΒ', 13 - ΝΔ', 1)
Τάδε
λέγει Κύριος. Ἰδοὺ συνήσει ὁ παίς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται, καὶ
μετεωρισθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ
τῶν ἀνθρώπων τὸ εἴδός σου, καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων. Οὕτω θαυμάσονται
ἔθνη πολλὰ ἐπ' αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν, ὅτι οἷς οὐκ ἀνηγγέλη
περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι. Κύριε, τὶς ἐπίστευσε τὴ
ἀκοὴ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν, ὡς παιδίον
ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῆ δι' ψώσῃ, οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα, καὶ
εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ
ἐκλεῖπον παρὰ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὧν, καὶ εἰδὼς
φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη, καὶ οὐκ ἑλογίσθη.
Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἑλογισάμεθα
αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ, καὶ ἐν κακώσει. Αὐτός δὲ
ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται, διὰ τὰς ἀνομίας ἡμῶν,
παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῶ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, πάντες ὡς πρόβατα
ἐπλανήθημεν, ἄνθρωπος τὴ ὁδῷ αὐτοῦ ἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν ταὶς
ἁμαρτίαις ἡμῶν, καὶ αὐτός, διὰ τῶ κεκακῶσθαι, οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς
πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ
ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ, ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ
γενεὰν αὐτοῦ, τὶς διηγήσεται; ὅτι αἵρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν
ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηρούς, ἀντὶ τῆς ταφῆς
αὐτοῦ, καὶ τοὺς πλουσίους, ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν,
οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς
πληγῆς. Ἐὰν δῶτε περι ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον, καὶ
βούλεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι
αὐτῷ φῶς, καὶ πλάσαι τὴ συνέσει, δικαιῶσαι δίκαιον, εὒ δουλεύοντα πολλοίς, καὶ
τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει, Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν
ἰσχυρῶν μεριεῖ σκύλα, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς
ἀνόμοις ἑλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας
αὐτῶν παρεδόθη. Εὐφράνθητι στεῖρα, ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ
ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Προκείμενον Ἦχος
πλ. β' Ψαλμός ΗΖ΄. 87
Ἐθεντὸ
μὲ ἐν λάκκῳ κατωτάτω, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ:
Στίχος: Κύριε
ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα.
ΔΙΑΚΟΝΟΣ: Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς
Κορινθίους Α' Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ:
(Κέφ.
Α' 18 - Β', 2)
Ἀδελφοί,
ὁ λόγος ὁ τοῦ Σταυροῦ τοὶς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοὶς δὲ σωζομένοις ἡμῖν
δύναμις Θεοῦ ἐστι. Γέγραπται γάρ. Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν
τῶν συνετῶν ἀθετήσω. Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος
τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ Κόσμου τούτου; Ἐπειδὴ γάρ ἐν τῇ
σοφία τοῦ Θεοῦ οὐκ ἔγνω ὁ Κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ
τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον
αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον,
Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, αὐτοῖς δὲ τοὶς κλητοίς Ἰουδαίοις τε
καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ,
σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ, ἰσχυρότερον τῶν ἀνθρώπων
ἐστί. Βλέπετε γὰρ τὴν κλήσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ
πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς, ἀλλὰ τὰ μωρὰ τοῦ Κόσμου ἐξελέξατο ὁ Θεός,
ἵνα τοὺς σοφοὺς καταισχύνη, καὶ τὰ ἀσθενῆ τοῦ Κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα
καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ Κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ
Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τᾷ ὄντα καταργήση, ὅπως μὴ καυχήσηται πᾶσα σάρξ
ἐνώπιον τοῦ Θεοῦ. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστω Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία
ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα, καθὼς γέγραπται. ὁ
καυχώμενος, ἐν Κυρίῳ καυχάσθω, καγῶ δέ, ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον, οὐ
καθ' ὑπεροχὴν λόγου, ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ, οὐ γὰρ
ἔκρινα τοῦ εἰδέναι τὶ ἐν ὑμῖν, εἰμῇ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον.
ΙΕΡΕΥΣ: Εἰρήνη
σοι.
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἦχος
πλ. α' Ψαλμός ΞΗ΄. 68
Σώσόν
με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
Στίχος: Καὶ
ἔδωκαν εἰς τὸ βρώμά μου χολήν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
Στίχος: Σκοτισθήτωσαν
οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.
ΔΙΑΚΟΝΟΣ: Σοφία.
Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΙΕΡΕΥΣ: Εἰρήνη
πᾶσι.
ΧΟΡΟΣ: Καὶ
τῶ Πνεύματί σου.
ΙΕΡΕΥΣ: Ἐκ
τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου το ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα
σοί, Κύριε, δόξα σοί.
ΙΕΡΕΥΣ
Ματθ.
27: 1-38, Λουκ. 23: 39-43, Ματθ. 27: 39-54,
Ἰωάν.
19: 31-37, Ματθ. 27: 55-61
Τῷ
καιρῷ ἐκείνῳ, συμβούλιον ἔλαβον πάντες οἱ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι τοῦ λαοῦ
κατὰ τοῦ ᾿Ιησοῦ, ὥστε θανατῶσαι αὐτόν· καὶ δήσαντες αὐτὸν, ἀπήγαγον, καὶ
παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ, τῷ ἡγεμόνι. Τότε ἰδὼν ᾿Ιούδας ὁ παραδιδοὺς
αὐτὸν, ὅτι κατεκρίθη, μεταμεληθεὶς, ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς
Ἀρχιερεῦσι καὶ τοῖς Πρεσβυτέροις, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. Οἱ δὲ
εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε, καὶ
ἀπελθὼν, ἀπήγξατο. Οἱ δὲ Ἀρχιερεῖς, λαβόντες τὰ ἀργύρια, εἶπον· Οὐκ ἔξεστι
βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Συμβούλιον δὲ λαβόντες,
ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ Κεραμέως, εἰς ταφὴν τοῖς ξένοις· διὸ ἐκλήθη ὁ
ἀγρὸς ἐκεῖνος, ἀγρὸς αἵματος ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ
῾Ιερεμίου τοῦ προφήτου λέγοντος· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν
τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ᾿Ισραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν
τοῦ Κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.» ῾Ο δὲ ᾿Ιησοῦς ἔστη ἔμπροσθεν τοῦ
Ἡγεμόνος, καὶ ἐπηρώτησεν αὐτὸν ὁ Ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων;
ὁ δὲ ᾿Ιησοῦς ἔφη αὐτῷ· Σὺ λέγεις· Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν
Ἀρχιερέων καὶ τῶν Πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ
ἀκούεις πόσα σου καταμαρτυροῦσι; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα· ὥστε
θαυμάζειν τὸν Ἡγεμόνα λίαν. Κατὰ δὲ ἑορτὴν, εἰώθει ὁ Ἡγεμὼν ἀπολύειν ἕνα τῷ
ὄχλῳ δέσμιον, ὃν ἤθελον. Εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν.
Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν;
Βαραββᾶν, ἢ ᾿Ιησοῦν τὸν λεγόμενον Χριστόν; ᾔδει γὰρ, ὅτι διὰ φθόνον, παρέδωκαν
αὐτόν. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ
λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίω ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿
αὐτόν. Οἱ δὲ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται
τὸν Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν ἀπολέσωσιν. Ἀποκριθεὶς δὲ ὁ Ἡγεμὼν, εἶπεν αὐτοῖς·
Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲ εἶπον· Βαραββᾶν. Λέγει αὐτοῖς ὁ
Πιλᾶτος· τί οὖν ποιήσω ᾿Ιησοῦν, τὸν λεγόμενον Χριστόν; Λέγουσιν αὐτῷ πάντες·
Σταυρωθήτω. Ὁ δὲ Ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον,
λέγοντες· Σταυρωθήτω. Ἰδὼν δὲ ὁ Πιλᾶτος, ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος
γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων· Ἀθῷός εἰμι
ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς,
εἶπε· Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν
Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ. Τότε οἱ
στρατιῶται τοῦ Ἡγεμόνος παραλαβόντες τὸν ᾿Ιησοῦν εἰς τὸ Πραιτώριον, συνήγαγον
ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα
κοκκίνην, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ,
καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον
αὐτῷ, λέγοντες· Χαῖρε ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων· Καὶ ἐμπτύσαντες εἰς αὐτὸν,
ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ,
ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν
εἰς τὸ σταυρῶσαι. ᾿Εξερχόμενοι δὲ, εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα·
τοῦτον ἠγγάρευσαν, ἵνα ἄρῃ τὸν Σταυρὸν αὐτοῦ. Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον
Γολγοθᾶ, ὅς ἐστι λεγόμενος Κρανίου τόπος, ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς
μεμιγμένον· καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν. Σταυρώσαντες δὲ αὐτὸν,
διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βαλόντες κλῆρον, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ
τοῦ Προφήτου· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου
ἔβαλον κλῆρον»· καὶ καθήμενοι, ἐτήρουν αὐτὸν ἐκεῖ. Καὶ ἐπέθηκαν ἐπάνω τῆς
κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν ᾿Ιησοῦς ὁ Βασιλεὺς τῶν
᾿Ιουδαίων. Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ
εὐωνύμων. Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν, λέγων· Εἰ σὺ εἶ ὁ
Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς. Ἀποκριθεὶς δὲ ἕτερος ἐπετίμα αὐτῷ, λέγων· Οὐδὲ
φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν
ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. Καὶ ἔλεγε τῷ ᾿Ιησοῦ·
Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς·
Ἀμὴν λέγω σοι· σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ. Οἱ δὲ παραπορευόμενοι
ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες· Ὁ καταλύων τὸν
ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ Υἱὸς εἶ τοῦ Θεοῦ,
κατάβηθι ἀπὸ τοῦ Σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ Ἀρχιερεῖς, ἐμπαίζοντες μετὰ τῶν
Γραμματέων καὶ Πρεσβυτέρων, καὶ Φαρισαίων, ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ
δύναται σῶσαι· εἰ Βασιλεὺς ᾿Ισραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ Σταυροῦ, καὶ
πιστεύσωμεν αὐτῷ· Πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν·
εἶπε γὰρ, ὅτι Θεοῦ εἰμι Υἱός. Τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ, οἱ συσταυρωθέντες αὐτῷ,
ὠνείδιζον αὐτόν. ᾿Απὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν, ἕως ὥρας
ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ, λέγων· Ἠλὶ,
Ἠλί, λαμὰ σαβαχθανί, τοῦτ᾿ ἔστι, Θεέ μου, Θεέ μου, ἱνα τί με ἐγκατέλιπες; Τινὲς
δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες, ἔλεγον· ὅτι ᾿Ηλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως
δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ,
ἐπότιζεν αὐτόν. Οἱ δὲ λοιποὶ ἔλεγον· Ἄφες, ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας σώσων
αὐτόν. Ὁ δὲ ᾿Ιησοῦς, πάλιν κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ, τὸ
καταπέτασμα τοῦ Ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω· καὶ ἡ γῆ ἐσείσθη· καὶ
αἱ πέτραι ἐσχίσθησαν· καὶ τὰ μνημεῖα ἀνεῴχθησαν· καὶ πολλὰ σώματα τῶν
κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν
αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν Πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς. ῾Ο δὲ
Ἑκατόνταρχος, καὶ οἱ μετ᾿ αὐτοῦ, τηροῦντες τὸν ᾿Ιησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ
τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. Οἱ
οὖν ᾿Ιουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ Σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ, ἐπεὶ
Παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ Σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον,
ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ
μὲν πρώτου κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· ἐπὶ δὲ τὸν
᾿Ιησοῦν ἐλθόντες, ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,
ἀλλ᾿ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα
καὶ ὕδωρ. Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ ἐστιν ἡ μαρτυρία αὐτοῦ·
κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε. Ἐγένετο γὰρ ταῦτα,
ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. Καὶ πάλιν ἑτέρα Γραφὴ
λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. ῏Ησαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ
μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ ᾿Ιησοῦ ἀπὸ τῆς Γαλιλαίας,
διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ ᾿Ιωσῆ
μήτηρ, καὶ ἡ μήτηρ τῶν Υἱῶν Ζεβεδαίου. ᾿Οψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος
πλούσιος ἀπὸ ᾿Αριμαθαίας, τοὔνομα ᾿Ιωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ ᾿Ιησοῦ·
Οὗτος προσελθὼν τῷ Πιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. Τότε ὁ Πιλᾶτος ἐκέλευσεν
ἀποδοθῆναι τὸ σῶμα. Καὶ λαβὼν τὸ σῶμα ὁ ᾿Ιωσὴφ, ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ
προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν. ῏Ην δὲ ἐκεῖ Μαρία ἡ
Μαγδαληνὴ, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
ΧΟΡΟΣ: Δόξα
σοί, Κύριε, δόξα σοί.
Ὑπάρχοντος
Διακόνου το Εὐαγγέλιον ἀναγινώσκεται ἀπ᾿ ἄμβωνος. Ἀναγινωσκομένου τοῦ
Εὐαγγελίου, εἰς τό σημεῖον«Ὀψίας δε γενομένης ἦλθεν ἄνθρωπος
πλούσιος...» εἷς τῶν Ἱερέων φέρων ἐπιτραχήλιον καί φελόνιον καί ἔχων εἰς
χεῖρας λευκήν σινδόνα προσέρχεται εἰς το μέσον τοῦ ναοῦ ὃπου εὑρίσκεται ὁ
Ἐσταυρωμένος καί ποιεῖ τήν ἀποκαθήλωσιν. Εἰς το «Λαβών
το σῶμα...», καλύπτει δια τῆς σινδόνος τό Σῶμα τοῦ Ἐσταυρωμένου, το μεταφέρει
ἐν εὐλαβεία εἰς το Ἅγιον Βῆμα καί το τοποθετεῖ ἐπί τῆς Ἁγίας Τραπέζης.
ΔΙΑΚΟΝΟΣ
Εἴπωμεν
πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον. (γ) [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Κύριε
παντοκράτορ ὁ Θεός των πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον
ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι
δεόμεθα ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν,, καὶ πάσης τῆς ἐν Χριστῷ
ἡμῶν ἀδελφότητος.
Ἔτι
δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως
καὶ ἀφέσεως των ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (κώμῃ) ταύτῃ,
τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν του ἁγίου ναοῦ τούτου.
Ἔτι
δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ
ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν , τῶν ἐνθάδε εὐσεβῶς,
κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι
δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ
τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπέρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ
παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
ΙΕΡΕΥΣ
Ὅτι
ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ
καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Καταξίωσον,
Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ
Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς
αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα,
συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί
σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ
πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
ΔΙΑΚΟΝΟΣ
Πληρώσωμεν
τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
ΧΟΡΟΣ: Κύριε
ἐλέησον
ΔΙΑΚΟΝΟΣ
Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
ΧΟΡΟΣ: Κύριε
ἐλέησον
Τὴν
ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου
αἰτησώμεθα.
ΧΟΡΟΣ: Παράσχου
Κύριε [καί μετά ἀπό κάθε αἴτηση]
ΔΙΑΚΟΝΟΣ
Ἄγγελον
εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου
αἰτησώμεθα.
Συγγνώμην
καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ
καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου
αἰτησώμεθα.
Τὸν
ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ
Κυρίου αἰτησώμεθα.
Χριστιανὰ
τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν
ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.
Τῆς
Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
ΧΟΡΟΣ: Σοί,
Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι
ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ
καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΙΕΡΕΥΣ: Εἰρήνη
πᾶσι.
ΧΟΡΟΣ: Καὶ
τῷ Πνεύματί σου.
ΔΙΑΚΟΝΟΣ: Τὰς
κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνομεν.
ΧΟΡΟΣ: Σοὶ
Κύριε.
ΙΕΡΕΥΣ
Ὁ Θεὸς
ἡμῶν, ὁ κλίνας οὐρανούς, καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε
ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γάρ τῷ φοβερῷ καὶ
φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι τὰς ἑαυτῶν ἔκλιναν κεφαλάς, τοὺς δὲ αὐτῶν
ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν
περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ
καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν, καὶ τὴν ἐπιοῦσαν νύκτα, ἀπὸ παντός
ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων,
καὶ ἐνθυμήσεων πονηρῶν.
Εἴη
τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ
Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Μετά
τα Πληρωτικά, οἱ Χοροί ἐκ τῆς βορείου πύλης τοῦ Ίεροϋ Βήματος, ἄρχονται ψάλλειν
τα Ἀπόστιχα «Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν...» μετά Τῶν στίχων αὐτῶν
καί κρουσμένων πενθίμως τῶν κωδώνων γίνεται ἡ περιφορά τοῦ Ἐπιταφίου ἐντός τοῦ
Ναοῦ καί ἡ τοποθέτησίς του εἰς το πρός τοῦτο ἑτοιμασθέν κουβούκλιον.
Ἡ
πομπή ἐξέρχεται τοῦ Ἱεροῦ Βήματος προπορευόμενων λαμπαδούχων, τῶν ἑξαπτερύγων,
τῶν ψαλτῶν, καί τοῦ διακόνου θυμιῶντος. Οἱ ἱερείς ασκεπεῖς, ἐνδεδυμένοι
ἐπιτραχήλιον καί φελόνιον, τοῦ πρώτου αὐτῶν φέροντος ἐν τῇ δεξιᾷ το Ἱερόν
Εὐαγγέλιον, αἴροντες ἐπί κεφαλῆς αὐτῶν τον Ἐπιτάφιον, ποιοῦσι τρεῖς κύκλους
περί το Κουβούκλιον. Εἶτα τιθέασιν αὐτόν εἰς το Κουβούκλιον, ῥαίνουσι με ἄνθη
καί τοποθετοῦσιν ἐπ᾿ αὐτοῦ καί τό Ἱερόν Εὐαγγέλιον. Ἀσπάζονται ἀκολούθως το
Ἱερόν Εὐαγγέλιον καί τον Ἐπιτάφιον, τῶν Χορῶν ψαλλόντων, προ τοῦ Κουβουκλίου,
το Δόξα, Καί νῦν «Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ Ἱμάτιον...»
Ἀπόστιχα
Στιχηρὰ
Αὐτόμελα
Ἦχος
β'
Ὅτε
ἐκ τοῦ ξύλου σὲ νεκρόν, ὁ Ἀριμαθαίας καθεῖλε, τὴν τῶν ἁπάντων ζωήν, σμύρνη καὶ
σινδόνι σὲ Χριστὲ ἐκήδευσε, καὶ τῶ πόθω ἠπείγετο, καρδία, καὶ χείλει, σῶμα τὸ
ἀκήρατον, σοῦ περιπτύξασθαι, ὅμως συστελλόμενος φόβω, χαίρων ἀνεβόα σοί. Δόξα,
τὴ συγκαταβάσει σου Φιλάνθρωπε.
Στίχος: Ὁ Κύριος
ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.
Ὅτε
ἐν τῷ τάφω τῶ καινῶ, ὑπὲρ τοῦ παντὸς κατετέθης, ὁ Λυτρωτὴς τοῦ παντός, Ἅδης ὁ
παγγέλαστος, ἰδὼν σὲ ἔπτηξεν, οἱ μοχλοὶ συνετρίβησαν, ἐθλάσθησαν πύλαι, μνήματα
ἠνοίχθησαν, νεκροὶ ἀνίσταντο, τότε ὁ Ἀδὰμ εὐχαρίστως, χαίρων ἀνεβόα σοί. Δόξα,
τὴ συγκαταβάσει σου Φιλάνθρωπε.
Στίχος: Καὶ
γὰρ ἐστερέωσε τὴν Οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ὅτε
ἐν τῷ τάφω σαρκικῶς, θέλων συνεκλείσθης ὁ φύσει, τὴ τῆς θεότητος, μένων
ἀπερίγραπτος, καὶ ἀδιόριστος, τὰ θανάτου ἀπέκλεισας, ταμεῖα καὶ Ἄδου, ἅπαντα
ἐκένωσας, Χριστὲ βασίλεια, τότε καὶ τὸ Σάββατον τοῦτο, θείας εὐλογίας καὶ
δόξης, καὶ τῆς σῆς λαμπρότητος ἠξίωσας.
Στίχος: Τῶ
οἴκω σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν.
Ὅτε
αἱ δυνάμεις σὲ Χριστέ, πλάνον ὑπ' ἀνόμων ἑώρων, συκοφαντούμενον, ἔφριττον τὴν
ἄφατον, μακροθυμίαν σου, καὶ τὸν λίθον τοῦ μνήματος, χερσὶ σφραγισθέντα, αἴς
σου τὴν ἀκήρατον, πλευρὰν ἑλόγχευσαν, ὅμως τὴ ἡμῶν σωτηρία, χαίρουσαι ἐβόων
σοί. Δόξα, τὴ συγκαταβάσει σου, Φιλάνθρωπε.
Δόξα...
Καὶ νύν...
Ἰδιόμελον Ἦχος
πλ. α'
Σὲ
τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ Ἱμάτιον, καθελῶν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν
Νικοδήμω, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβῶν,
ὀδυρόμενος ἔλεγεν. Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ
κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῶ φόβω ἐκυμαίνετο, καὶ
διερρήγνυτο ναοῦ τὸ καταπέτασμα, ἀλλ' ἰδοὺ νὺν βλέπω σε, δι' ἐμὲ ἑκουσίως
ὑπελθόντα θάνατον, πῶς σὲ κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἰλήσω; ποίαις χερσὶ
δὲ προσψαύσω, τὸ σὸν ἀκήρα τὸν σῶμα; ἢ ποία ἄσματα μέλψω, τὴ σὴ ἐξόδω
Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, σὺν τὴ Ἀναστάσει,
κραυγάζων. Κύριε δόξα σοί.
ΙΕΡΕΥΣ
Νῦν
ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ
ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς
εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
ΑΝΑΓΝΩΣΤΗΣ:
Ἅγιος
ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (γ΄).
Δόξα...
Καὶ νῦν...
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον
τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν του
ὀνόματός σου.
Κύριε
ἐλέησον (γ΄). Δόξα... Καὶ νῦν...
Πάτερ
ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν
ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς
ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι
ἡμᾶς ἀπὸ του πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι
σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ
Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Ἀπολυτίκια
Ἦχος β'
Ὁ εὐσχήμων
Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελῶν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρά, εἰλήσας καὶ
ἀρώμασιν, ἐν μνήματι καινῶ κηδεύσας ἀπέθετο.
Δόξα...
Καὶ νῦν...
Ταὶς
Μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοὶς θνητοὶς
ὑπάρχει ἁρμόδια, Χριστός, δὲ διαφθορὰς ἐδείχθη ἀλλότριος.
ΔΙΑΚΟΝΟΣ
Σοφία!
ΙΕΡΕΥΣ
Ὁ ὢν
εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν , πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν
αἰώνων. Ἀμήν .
Δόξα
σοι, Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.
ΧΟΡΟΣ
Δόξα
Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ
Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰώνας τῶν
αἰώνων. Ἀμήν.
Κύριε,
ἐλέησον(γ΄) Πάτερ Ἅγιε εὐλόγησον.
ΙΕΡΕΥΣ
Ὁ δι᾿
ἡμᾶς τούς ανθρώπους καὶ διά τήν ἡμετέραν σωτηρίαν, τά φρικτά πάθη
καὶ τόν Ζωοποιόν Σταυρόν καὶ τήν ἑκούσιον ταφήν σαρκί
καταδεξάμενος, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς
παναχράντου καὶ παναμώμου ἁγίας αὐτού Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦΣταυροῦ,
προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου,
ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων,
ἐνδόξων καὶ πανευφήμων Αποστόλων, τοῦἁγίου ἐνδόξου καὶ πανευφήμου
Ἀποστόλου Βαρνάβα - ἱδρυτοῦ καὶ προστάτου τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς
Κύπρου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν
ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ
Ἁγίου τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων
Ἰωακείμ καὶ Ἄννης, καὶπάντων τῶν Ἁγίων,
ἐλεήσαι καὶ σώσαι ῆμᾶς, ὡς ἀγαθός καὶ φιλάνθρωπος καὶ ἐλεήμων
Θεός.
Δι'
εὐχῶν των ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ
σῶσον ἡμᾶς.
ΧΟΡΟΣ: Ἀμήν.