{[['']]}
ΜΕΓΑΛΗ
ΠΕΜΠΤΗ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
ΜΕΤΑ
ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
ΙΕΡΕΥΣ
Εὐλογημένη
ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς
103
Εὐλόγει
ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ
μεγαλοπρέπειαν ἐνεδύσω ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ
δέῤῥιν· ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ,
ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς
λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ
κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ,
ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα· ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς
σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν
ἐθεμελίωσας αὐτά· ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν
γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν· ἐπ᾿
αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ
ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι
πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα
τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι,
τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ
τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου
σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν
ὁ ἥλιος, καὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται
ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς
ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς
κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν
ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων· ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν
ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς
εὔκαιρον. Δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα
πλησθήσονται χρηστότητος. Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται·
ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν
ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ
πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ
τοῖς ἔργοις αὐτοῦ· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος
τῶν ὀρέων καὶ καπνίζονται. ᾌσω τῷ
Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω· ἡδυνθείη αὐτῷ ἡ διαλογή μου,
ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. 35 Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ
ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ
πάλιν
Ὁ ἥλιος
ἔγνω τὴν δύσιν αὐτοῦ, ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη
τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα...
Καὶ νῦν ...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.
Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν,
Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ
Ἐν
εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε,
ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]
Ὑπέρ
τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί
τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ
εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (......), τοῦ
τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ,
τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν
θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τῆς πόλεως (Μονής Κώμης) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει
οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ
εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Ὑπὲρ
πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας
αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ
τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου
δεηθῶμεν.
Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας,
ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου
Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν
τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοὶ
Κύριε.
ΙΕΡΕΥΣ
Ὅτι
πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΨΑΛΜΟΣ
ΡΜ' 140
Ήχος
α'
Κύριε
ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς
σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς
σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω
ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ,
εἰσάκουσόν μου, Κύριε.
Θοῦ,
Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ
ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν
ἁμαρτίαις.
Σὺν
ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει
με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
κεφαλήν μου.
Ὅτι
ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ
κριταὶ αὐτῶν.
Ἀκούσονται
τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ
ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.
Ὅτι
πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν
μου.
Φύλαξόν
με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν
ἀνομίαν.
Πεσοῦνται
ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς
141
Φωνῇ
μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ
ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν
τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν
ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν
εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο
φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα
πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες
πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί
με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἐξάγαγε
ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἐμὲ
ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς
129
Ἐκ
βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Γενηθήτω
τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἦχος
β'
Ἐὰν
ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός
ἐστιν.
Συντρέχει
λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων,
Πιλάτω παραδώση, ὧ τῶν ἀνόμων! ὧ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρίναι ζῶντας
καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος
ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοί.
Ἕνεκεν
τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου,
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Συντρέχει
λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων,
Πιλάτω παραδώση, ὧ τῶν ἀνόμων! ὧ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρίναι ζῶντας
καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος
ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοί.
Ἀπὸ
φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν
Κύριον.
Ἰούδας
ὁ παράνομος Κύριε, ὁ βάψας ἐν τῷ δείπνω χείρα, ἐν τῷ τρυβλίω μετὰ σοῦ, τὴν
ἐξέτεινεν ἀνόμως τὰς χείρας, τοῦ λαβεῖν ἀργύρια, καὶ ὁ τοῦ μύρου λογισάμενος
τιμήν, σὲ τὸν ἀτίμητον οὐκ ἔφριξε πωλῆσαι, ὁ τοὺς πόδας ὑφαπλώσας ἐπὶ τὸ νίψαι,
τὸν Δεσπότην κατεφίλησε δολίως, εἰς τὸ προδοῦναι τοὶς ἀνόμοις, χοροῦ δὲ
Ἀποστόλων ῥιφείς, καὶ τὰ τριάκοντα ῥίψας ἀργύρια, σοῦ τὴν τριήμερον Ἀνάστασιν
οὐκ εἶδε, δι' ἦς ἐλέησον ἡμᾶς.
Ὅτι
παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις καὶ αὐτὸς λυτρώσεται
τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ἰούδας
ὁ προδότης δόλιος ὧν, δολίω φιλήματι παρέδωκε τὸν Σωτήρα Κύριον, τὸν Δεσπότην
τῶν ἁπάντων, ὡς δοῦλον πέπρακε τοὶς παρανόμοις, ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως
ἠκολούθει, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ Υἱὸς ὁ τοῦ Πατρός, ὁ μόνος πολυέλεος.
Ψαλμὸς
116
Αἰνεῖτε
τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Ἰούδας
ὁ δοῦλος καὶ δόλιος, ὁ μαθητὴς καὶ ἐπίβουλος, ὁ φίλος καὶ διάβολος, ἐκ τῶν
ἔργων ἀπεφάνθη, ἠκολούθει γὰρ τῶ Διδασκάλω, καὶ καθ' ἑαυτὸν ἐμελέτησε τὴν
προδοσίαν, ἔλεγεν ἐν ἑαυτῷ. Παραδώσω τοῦτον, καὶ κερδήσω τὰ συναχθέντα χρήματα,
ἐπεζήτει δὲ καὶ τὸ μύρον πραθῆναι, καὶ τὸν Ἰησοῦν δόλω κρατηθῆναι, ἀπέδωκεν
ἀσπασμόν, παρέδωκε τὸν Χριστόν, καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ
μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
Ὅτι
ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν
αἰῶνα.
Ὃν
ἐκήρυξεν Ἀμνὸν Ἡσαϊας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς
μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ
αἰσχύνης ἐμπτυσμάτων, θανάτω δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος
ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν.
Δόξα...
Καί νύν...
Ἦχος
πλ. β'
Γέννημα
ἐχιδνῶν, ἀληθῶς ὁ Ἰούδας, φαγόντων τὸ Μάννα ἐν τῇ ἐρήμω, καὶ γογγυζόντων κατὰ
τοῦ τροφέως, ἔτι γὰρ τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, κατελάλουν τοῦ Θεοῦ
οἱ ἀχάριστοι, καὶ οὗτος ὁ δυσσεβής, τὸν οὐράνιον Ἄρτον, ἐν τῷ στόματι βαστάζων,
κατὰ τοῦ Σωτῆρος τὴν προδοσίαν εἰργάσατο. Ὧ γνώμης ἀκορέστου, καὶ τόλμης
ἀπανθρώπου! τὸν τρέφοντα ἐπώλει, καὶ ὃν ἐφίλει Δεσπότην, παρεδίδου εἰς θάνατον,
ὄντως ἐκείνων υἱὸς ὁ παράνομος, καὶ σὺν αὐτοῖς τὴν ἀπώλειαν ἐκληρώσατο. Ἀλλὰ
φεῖσαι Κύριε, τοιαύτης ἀπανθρωπίας τὰς ψυχὰς ἡμῶν, ὁ μόνος ἐν μακροθυμίᾳ ἀνείκαστος.
Καὶ
ἐξέρχονται τῆς βορείου Πύλης ὁ Διάκονος καὶ ὁ Ἱερεύς μετὰ τοῦ ἱεροῦ Εὐαγγελίου,
καὶ γίνεται ἡ μικρὰ Εἴσοδος.
ΔΙΑΚΟΝΟΣ: Τοῦ
Κυρίου δεηθῶμεν
ΙΕΡΕΥΣ
Ἑσπέρας
καὶ πρωῒ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου,
Δέσποτα τῶν ἁπάντων, Φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς
θυμίαμα ἐνώπιόν σου, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς
λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν,
ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν, μὴ
καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΔΙΑΚΟΝΟΣ: Εὐλόγησον
Δέσποτα, τὴν ἁγίαν εἴσοδον.
ΙΕΡΕΥΣ
Εὐλογημένη
ἡ Εἴσοδος τῶν Ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΔΙΑΚΟΝΟΣ: Σοφία,
Ὀρθοί.
ΑΝΑΓΝΩΣΤΗΣ
Φῶς
ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ,
ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ
ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ
Θεοῦ, ζωὴν ὁ διδούς· διὸ ὁ κόσμος σε δοξάζει.
ΔΙΑΚΟΝΟΣ: Ἑσπέρας.
ΑΝΑΓΝΩΣΤΗΣ: Προκείμενον
Ἦχος α' Ψαλμὸς ρλθ'
Ἐξελοῦ
με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.
Στίχος: Οἵτινες
ἑλογίσαντο ἀδικίαν ἐν καρδίᾳ.
ΔΙΑΚΟΝΟΣ: Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ: Τῆς
Ἐξόδου τὸ Ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ
(Κέφ.
ΙΘ', 10-19)
Εἶπε
Κύριος πρὸς Μωϋσήν, καταβὰς διαμάρτυραι τῶ λαῶ τούτω, καὶ ἄγνισον αὐτοὺς
σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν
ἡμέραν τὴν τρίτην, τὴ γὰρ ἡμέρα τὴ τρίτη, καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ
Σινά, ἐναντίον παντὸς τοῦ λαοῦ. Καὶ ἀφοριεὶς τὸν λαὸν κύκλῳ λέγων. Προσέχετε
ἑαυτοὶς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος, καὶ θίγειν τὶ αὐτοῦ, πᾷς ὁ ἀψάμενος τοῦ
ὄρους, θανάτω τελευτήσει, οὐχ ἄψεται αὐτοῦ χείρ, ἐν γὰρ λίθοις λιθοβοληθήσεται,
ἢ βολίδι κατατοξευθήσεται, ἐάν τε κτῆνος, ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. Ὅταν δὲ
αἱ φωναί, καὶ αἱ σάλπιγγες, καὶ ἡ νεφέλη ἀπέλθη ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι
ἀναβήσονται ἐπὶ τὸ ὄρος. Κατέβη δὲ Μωϋσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαόν, καὶ
ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱμάτια αὐτῶν. Καὶ εἶπε τῶ λαῶ. Γίνεσθε ἕτοιμοι,
τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί. Ἐγένετο δὲ τὴ ἡμέρα τὴ τρίτη, γενηθέντος
πρὸς ὄρθρον, ἐγένοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπὶ ὅρους Σινά,
φωνὴ τῆς σάλπιγγος ἤχει μέγα, καὶ ἑπτοήθη πᾷς ὁ λαός, ὃς ἣν ἐν τῇ παρεμβολή.
Καὶ ἐξήγαγε Μωϋσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς, καὶ
παρέστησαν ὑπὸ τὸ ὄρος, Τὸ ὄρος τὸ Σινὰ ἐκαπνίζετο ὅλον, διὰ τὸ καταβεβηκέναι
τὸν Θεὸν ἐπ' αὐτὸ ἐν πυρί, ἀνέβαινε δὲ ὁ καπνός, ὡσεὶ ἀτμὶς καμίνου, καὶ ἐξέστη
πᾶς ὁ λαὸς σφόδρα. Ἐγένοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος, προβαίνουσαι ἰσχυρότεραι
σφόδρα. Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνή.
Προκείμενον Ἦχος
βαρὺς Ψαλμὸς ΝΗ'
Ἐξελοῦ
μὲ ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός.
Στίχος: Ῥύσαί
με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἰὼβ
τὸ Ἀνάγνωσμα
ΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ:
(Κέφ.
ΛΗ', 1-21 ΜΒ', 1-5)
Εἶπε
Κύριος τῶ Ἰώβ, διὰ λαίλαπος καὶ νεφῶν. Τὶς οὗτος ὁ κρύπτων μὲ βουλήν, συνέχων
δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν. Ζῶσαι, ὥσπερ ἀνήρ, τήν, ὀσφύν σου,
ἐρωτήσω δὲ σε, σὺ δὲ μοὶ ἀποκρίθητι. Ποῦ ἢς ἐν τῷ θεμελιοῦν μὲ τὴν γήν;
ἀπάγγειλον δὲ μοί, εἰ ἐπίστασαι σύνεσιν. Τίς. ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ
τὶς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; ἐπί, τῖνος οἱ κρίκοι αὐτῆς πεπήγασι; τὶς δὲ
ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; ὅτε ἐγενήθησαν ἄστρα, ἤνεσάν με φωνὴ
μεγάλη πάντες Ἀγγελοί μου, ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαιοῦτο ἐκ κοιλίας
μητρὸς αὐτῆς ἐκπορευομένη, ἐθέμην δὲ αὐτὴ νέφος ἀμφίασιν, ὁμίχλη δὲ αὐτὴν
ἐσπαργάνωσα, ἐθέμην δὲ αὐτὴ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. Εἶπον δὲ αὐτή,
μέχρι τούτου ἐλεύση, καὶ οὐχ ὑπερβήση, ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ
κύματα. Ἡ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν, ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν,
ἐπιλαβέσθαι πτερύγων γής, ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς; Ἡ σύ, λαβών πηλόν,
ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς,
βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν
ἀβύσσου περιεπάτησας; ἀνοίγονται δὲ σοὶ φόβω πύλαι θανάτου, πυλωροὶ δὲ Ἄδου
ἰδόντές σε, ἔπτηξαν; νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ' οὐρανόν. Ἀνάγγειλον δὲ
μοί, πόση τὶς ἐστι; ποία δὲ γῆ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος τόπος; Εἰ
ἀγάγοις μὲ εἰς ὅρια αὐτῶν, εἰ καὶ ἐπίστασαι τρίβους αὐτῶν, οἶδας ἄρα ὅτι τότε
γεγένησαι, ἀριθμὸς δὲ ἐτῶν σου πολύς; Ὑπολαβῶν δὲ Ἰὼβ τῶ Κυρίω λέγει. Οἶδα ὅτι
πάντα δύνασαι, ἀδυνατεῖ δὲ σοὶ οὐδέν. Τὶς γὰρ ἐστιν ὁ κρύπτων σὲ βουλήν;
φειδόμενος δὲ ῥημάτων, καὶ σὲ οἴεται κρύπτειν; τὶς δὲ ἀναγγελεῖ μοί, ἃ οὐκ
ἤδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἐπιστάμην. Ἄκουσον δέ μου, Κύριε, ἵνα καγῷ
λαλήσω, ἐρωτήσω δὲ σε, σὺ δὲ μὲ δίδαξον, ἀκοὴν μὲν ὠτός, ἤκουόν σου τὸ
πρότερον, νυνὶ δέ, ὁ ὀφθαλμός μου, ἑώρακέ σε.
ΑΝΑΓΝΩΣΤΗΣ: Προφητείας
Ἡσαϊου τὸ Ἀνάγνωσμα
ΔΙΑΚΟΝΟΣ: Σοφία. Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ:
(Κέφ.
Ν' 4-11)
Κύριος
δίδωσί μοὶ γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔθηκέ με πρωϊ
πρωϊ, προσέθηκέ μοὶ ὠτίον τοῦ ἀκούειν, καὶ παιδεία Κυρίου Κυρίου ἀνοίγει μου τὰ
ὦτα, ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νώτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ
σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης
ἐμπτυσμάτων, καὶ Κύριος, Κύριος βοηθὸς μοὶ ἐγενήθη. Διὰ τοῦτο οὐκ ἐνετράπην,
ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων, ὅτι οὐ μὴ αἰσχυνθῶ ὅτι
ἐγγίζει ὁ δικαιώσας με. Τὶς ὁ κρινόμενός μοὶ; ἀντιστήτω μοὶ ἅμα, καὶ τὶς ὁ
κρινόμενός μοὶ; ἐγγισάτω μοί, Ἰδοὺ Κύριος, Κύριος βοηθήσει μοί, τὶς κακώσει με;
ἰδοὺ πάντες ὑμεῖς, ὡς ἱμάτιον, παλαιωθήσεσθε, καὶ ὡς σὴς καταφάγεται ὑμᾶς. Τὶς
ἐν ὑμῖν ὁ φοβούμενος τὸν Κύριον; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ. Οἱ
πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῶ ὀνόματι
Κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῶ Θεῷ. Ἰδοὺ πάντες ὑμεῖς ὡς πύρ καίετε, καὶ
κατισχύετε φλόγα, πορεύεσθε τῶ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τὴ φλογὶ ἢ ἐξεκαύσατε,
δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.
ΔΙΑΚΟΝΟΣ: Τοῦ
Κυρίου δεηθῶμεν.
ΙΕΡΕΥΣ
Ὁ Θεὸς
ὁ Ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπό τῶν Σεραφεὶμ
ἀνυμνούμενος καὶ ὑπό τῶν Χερουβεὶμ δοξολογούμενος, καὶ ὑπὸ πάσης
ἐπουρανίου δυνάμεως προσκυνούμενος ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ
πάντα παραγαγών, ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί
σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ
παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ καταξιώσας ἡμᾶς,
τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς
δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι
προσκύνησιν καὶ δοξολογίαν προσάγειν, Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος
ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ
χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα, ἑκούσιόν τε καὶ ἀκούσιον,
ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τα σώματα καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι
πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων
τῶν Ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.
Ὅτι
ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΧΟΡΟΣ: Ἅγιος
ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι,
Καὶ
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμὴν
Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
ΔΙΑΚΟΝΟΣ: Δύναμις.
ΧΟΡΟΣ: Ἅγιος
ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
ΑΝΑΓΝΩΣΤΗΣ: Προκείμενον
Ἦχος βαρὺς
Οἱ
ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
Στίχος: Ἴνα
τὶ ἐφρύαξαν ἔθνη, καὶ λαοί ἐμελέτησαν κενά;
ΔΙΑΚΟΝΟΣ: Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ
Πρὸς
Κορινθίους Α' Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ
(Κέφ.
ΙΑ', 23-32)
Ἀδελφοί,
ἐγὼ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ
νυκτί, ἢ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε, Λάβετε,
φάγετε, τούτό μοῦ ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, τοῦτο ποιεῖτε εἰς τὴν
ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων. Τοῦτο τὸ
ποτήριον, ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῶ αἵματι. τοῦτο ποιεῖτε, Ὁσάκις ἂν
πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καί το
ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθη.
Ὥστε, ὃς ἂν ἐσθίη τὸν ἄρτον τοῦτον, ἢ πίνη τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως,
ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν,
καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ὁ γάρ ἐσθίων καὶ
πίνων ἀναξίως, κρῖμα ἑαυτῶ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.
Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ
ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Κρινόμενοι δέ, ὑπὸ Κυρίου παιδευόμεθα,
ἵνα μῄ σὺν τῶ Κόσμω κατακριθῶμεν.
Ἀλληλούϊα
Ἦχος πλ. β'
Μακάριος
ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα.
Στίχος: Οἱ
ἐχθροί μου εἶπον κακὰ μοί. Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ.
Στίχος: Ὁ ἐσθίων
ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.
ΔΙΑΚΟΝΟΣ: Σοφία.
Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΙΕΡΕΥΣ: Εἰρήνη
πᾶσι.
ΧΟΡΟΣ: Καὶ
τῷ πνευματί σου.
ΙΕΡΕΥΣ: Ἐκ
τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα
σοι, Κύριε, δόξα σοι.
Ματθ.
26: 2-20, Ἰωάν. 13: 3-17, Ματθ. 26: 21-39,
Λουκ.
22: 43-45, Ματθ. 26: 40-75, 27: 1-2
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ
ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Τότε συνήχθησαν οἱ
Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς καὶ οἱ Πρεσβύτεροι τοῦ λαοῦ, εἰς τὴν αὐλὴν τοῦ
Ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο, ἵνα τὸν ᾿Ιησοῦν δόλῳ
κρατήσωσι καὶ ἀποκτείνωσιν. Ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται
ἐν τῷ λαῷ. Τοῦ δὲ ᾿Ιησοῦ γενομένου ἐν Βηθανίᾳ, ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
προσῆλθεν αὐτῷ γυνὴ, ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν
κεφαλὴν αὐτοῦ ἀνακειμένου. Ἰδόντες δὲ οἱ Μαθηταὶ αὐτοῦ ἠγανάκτησαν, λέγοντες·
Εἰς τί ἡ ἀπώλεια αὕτη; ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι
τοῖς πτωχοῖς. Γνοὺς δὲ ὁ ᾿Ιησοῦς, εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί;
ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν,
ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου,
πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ Εὐαγγέλιον
τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη, εἰς μνημόσυνον αὐτῆς.
Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ᾿Ιούδας ᾿Ισκαριώτης, πρὸς τοὺς
Ἀρχιερεῖς, εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν
αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Τῇ δὲ
πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ Μαθηταὶ τῷ ᾿Ιησοῦ, λέγοντες αὐτῷ· Ποῦ θέλεις
ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν Πόλιν πρὸς τὸν
δεῖνα, καὶ εἴπατε αὐτῷ· ὁ Διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστι, πρὸς σὲ
ποιῶ τὸ Πάσχα μετὰ τῶν Μαθητῶν μου. Καὶ ἐποίησαν οἱ Μαθηταὶ ὡς συνέταξεν αὐτοῖς
ὁ ᾿Ιησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα. ᾿Οψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν
δώδεκα. Εἰδὼς ὁ ᾿Ιησοῦς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι
ἀπὸ Θεοῦ ἐξῆλθε, καὶ πρὸς τὸν Θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου, καὶ τίθησι
τὰ ἱμάτια, καὶ λαβὼν λέντιον, διέζωσεν ἐαυτόν. Εἶτα βάλλει ὕδωρ εἰς τὸν
νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν Μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ, ᾧ
ἦν διεζωσμένος. Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε,
σύ μου νίπτεις τοὺς πόδας; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· Ὅ ἐγὼ ποιῶ, σὺ
οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. Λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς τοὺς πόδας
μου εἰς τὸν αἰῶνα. Ἀπεκρίθη αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος
μετ᾿ ἐμοῦ. Λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ
τὰς χεῖρας καὶ τὴν κεφαλήν. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ
τοὺς πόδας νίψασθε, ἀλλ᾿ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾿ οὐχὶ
πάντες. Ἤδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί
ἐστε. ῞Οτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν
εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; Ὑμεῖς φωνεῖτε με, ὁ Διδάσκαλος καὶ ὁ
Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος
καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. Ὑπόδειγμα γὰρ
δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε. Ἀμὴν ἀμὴν λέγω ὑμῖν,
οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος
αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά. Καὶ ἐσθιόντων αὐτῶν
εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ λυπούμενοι σφόδρα
ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· Μήτι ἐγώ εἰμι, Κύριε; Ὁ δὲ ἀποκριθεὶς εἶπεν·
Ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὖτός με παραδώσει. Ὁ μὲν Υἱὸς τοῦ
ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ
Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος
ἐκεῖνος. Ἀποκριθεὶς δὲ ᾿Ιούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· Μήτι ἐγώ εἰμι, Ῥαββί;
Λέγει αὐτῷ· Σὺ εἶπας. ᾿Εσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ᾿Ιησοῦς τὸν ἄρτον καὶ
εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς Μαθηταῖς, καὶ εἶπε· Λάβετε, φάγετε τοῦτό
ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν τὸ ποτήριον, καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς, λέγων·
Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης, τὸ
περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾿
ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ
πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου. Καὶ ὑμνήσαντες, ἐξῆλθον
εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Τότε λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Πάντες ὑμεῖς
σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ· «Πατάξω τὸν ποιμένα,
καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.» Μετὰ δὲ τὸ ἐγερθῆναι με, προάξω
ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ· Εἰ πάντες
σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. Ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς·
Ἀμὴν λέγω σοι· ὅτι ἐν ταύτῃ τῇ νυκτὶ, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.
Λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὁμοίως
δὲ καὶ πάντες οἱ Μαθηταὶ εἶπον. Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ ᾿Ιησοῦς εἰς χωρίον
λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς Μαθηταῖς αὐτοῦ· καθίσατε αὐτοῦ ἕως οὗ
ἀπελθὼν προσεύξωμαι ἐκεῖ. Καὶ παραλαβὼν τὸν Πέτρον, καὶ τοὺς δύο υἱοὺς
Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Τότε λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς·
Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.
Καὶ προελθὼν μικρὸν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, προσευχόμενος, καὶ λέγων· Πάτερ
μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ
θέλω, ἀλλ᾿ ὡς σύ. Ὤφθη δὲ αὐτῷ Ἄγγελος ἀπ᾿ οὐρανοῦ, ἐνισχύων αὐτόν. Καὶ
γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ
θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς,
ἔρχεται πρὸς τοὺς Μαθητὰς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ·
Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ! Γρηγορεῖτε καὶ προσεύχεσθε,
ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
Πάλιν ἐκ δευτέρου ἀπελθὼν, προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ
ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. Καὶ ἐλθὼν
εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι. Καὶ
ἀφεὶς αὐτοὺς, ἀπελθὼν πάλιν, προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών. Τότε
ἔρχεται πρὸς τοὺς Μαθητὰς αὐτοῦ, καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν, καὶ
ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας
ἁμαρτωλῶν. Ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ, ἤγγικεν ὁ παραδιδούς με. Καὶ ἔτι αὐτοῦ
λαλοῦντος, ἰδοὺ ᾿Ιούδας εἷς τῶν δώδεκα, ἦλθε, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ
μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν Ἀρχιερέων καὶ Πρεσβυτέρων τοῦ λαοῦ. Ὁ δὲ παραδιδοὺς
αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὅν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.
Καὶ εὐθέως προσελθὼν τῷ ᾿Ιησοῦ, εἶπε· Χαῖρε, Ῥαββί· καὶ κατεφίλησεν αὐτόν. Ὁ δὲ
Ιησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ᾿ ᾧ πάρει. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας
ἐπὶ τὸν ᾿Ιησοῦν, καὶ ἐκράτησαν αὐτόν. Καὶ ἰδοὺ, εἷς τῶν μετὰ ᾿Ιησοῦ, ἐκτείνας
τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ Ἀρχιερέως,
ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν
εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀποθανοῦνται.
Ἤ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι
πλείους ἢ δώδεκα λεγεῶνας Ἀγγέλων; πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ, ὅτι οὕτω δεῖ
γενέσθαι; ᾿Εν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ᾿Ιησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε
μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων
ἐν τῷ Ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ
γραφαὶ τῶν Προφητῶν. Τότε οἱ Μαθηταὶ πάντες, ἀφέντες αὐτὸν, ἔφυγον. Οἱ δὲ κρατήσαντες
τὸν ᾿Ιησοῦν, ἀπήγαγον πρὸς Καῑάφαν τὸν Ἀρχιερέα, ὅπου οἱ Γραμματεῖς καὶ οἱ
Πρεσβύτεροι συνήχθησαν. Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς
τοῦ Ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω, ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος. Οἱ
δὲ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι, καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν
κατὰ τοῦ ᾿Ιησοῦ, ὅπως θανατώσωσιν αὐτόν· καὶ οὐχ εὗρον· καὶ πολλῶν
ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο
ψευδομάρτυρες, εἶπον· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ
τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν. Καὶ ἀναστὰς ὁ Ἀρχιερεὺς, εἶπεν αὐτῷ· Οὐδὲν
ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ ᾿Ιησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶς ὁ
Ἀρχιερεὺς, εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ
σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Σὺ εἶπας· πλὴν λέγω
ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως
καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τότε ὁ Ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια
αὐτοῦ, λέγων· ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε, νῦν ἠκούσατε
τὴν βλασφημίαν αὐτοῦ· τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες, εἶπον· ἔνοχος θανάτου
ἐστί. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ
ἐρράπισαν, λέγοντες· Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; ῾Ο δὲ
Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα· Καὶ σὺ
ἦσθα μετὰ ᾿Ιησοῦ τοῦ Γαλιλαίου. Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων, λέγων·
Οὐκ οἶδα τί λέγεις. Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει
τοῖς ἐκεῖ· καὶ οὗτος ἦν μετὰ ᾿Ιησοῦ τοῦ Ναζωραίου. Καὶ πάλιν ἠρνήσατο μεθ᾿
ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. Μετὰ μικρὸν δὲ προσελθόντες, οἱ ἑστῶτες, εἶπον
τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότε
ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως
ἀλέκτωρ ἐφώνησε. Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος ᾿Ιησοῦ εἰρηκότος αὐτῷ· ὅτι
πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.
Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι
τοῦ λαοῦ κατὰ τοῦ ᾿Ιησοῦ, ὥστε θανατῶσαι αὐτόν· Καὶ δήσαντες αὐτὸν, ἀπήγαγον,
καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
ΧΟΡΟΣ: Δόξα
σοί, Κύριε, δόξα σοί.
Ἀκολουθεῖ
ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου, εἰς ἥν ἀντί τοῦ Χερουβικοῦ ὕμνου
ψάλλεται τό Τροπάριον «Τοῦ Δείπνου σου τοῦ μυστικοῦ...» Εἰς
τό σημεῖον «οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας...» γίνεται
ἡ Μεγάλη Εἴσοδος καὶ εὐθύς ἀμέσως μετά τήν Εἴσοδον ὁ β΄Χορός συνεχίζει ἀπό τοῦ
σημείου «ἀλλ' ὡς ὁ Ληστὴς... »
Εις
το Εξαιρέτως: «Επί σοί χαίρει... »
Κοινωνικόν: «Τοῦ
Δείπνου σου τοῦ μυστικοῦ...»
Ἀντί
τοῦ «Εἴδομεν τό φῶς... »: «Τοῦ Δείπνου σου τοῦ μυστικοῦ...»
Ἦχος
πλ. β'
Τοῦ
Δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ, κοινωνὸν μὲ παράλαβε, οὐ μὴ γὰρ
τοὶς ἐχθροῖς σου τὸ Μυστήριον εἴπω, οὐ φίλημά σοὶ δώσω, καθάπερ ὁ Ἰούδας, ἀλλ'
ὡς ὁ Ληστὴς Ὁμολογῶ σοί. Μνήσθητί μου Κύριε, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου.
Ἀπόλυσις: Ὁ δι᾿
ὑπερβάλλουσαν ἀγαθότητα ὁδόν ἀρίστην τήν ταπείνωσιν ὑποδείξας, ἐν τῷ νῖψαι τούς
πόδας τῶν Μαθητῶν, καὶ μέχρι Σταυροῦ καὶ Ταφῆς συγκαταβάς
ἡμῖν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς
παναχράντου καὶ παναμώμου ἁγίας αὐτού Μητρός, δυνάμει
τοῦ τιμίου καὶζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων
ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου
Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων,
ἐνδόξων καὶ πανευφήμων Αποστόλων, τοῦ ἁγίου
ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Βαρνάβα -
ἱδρυτοῦ καὶ προστάτου τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Κύπρου, τῶν
ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων
Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων
θεοπατόρων Ἰωακείμ καὶ Ἄννης, καὶ πάντων τῶν Ἁγίων,
ἐλεήσαι καὶ σώσαι ῆμᾶς, ὡς
ἀγαθός καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Δι'
Εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
ΧΟΡΟΣ: Ἀμήν.