ΚΑΛΩΣ ΗΛΘΑΤΕ!!! ΚΑΛΗ ΣΑΣ ΠΛΟΗΓΗΣΗ.
Home » » AKOΛΟΥΘΙΑ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΜΩΫΣΕΩΣ ΤΟΥ ΘΕΟΠΤΟΥ

AKOΛΟΥΘΙΑ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΜΩΫΣΕΩΣ ΤΟΥ ΘΕΟΠΤΟΥ

{[['']]}


Ψαλλομένη τῇ 4η Σεπτεμβρίου


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Προφήτου. Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ὤ τοῦ παραδόξου θαύματος, ὁ Θεοῦ λειτουργός, Μωσῆς ὁ θεσπέσιος, λογίζεται ἐν νεκροῖς, νεκρὸς γινόμενος, ἀλλὰ θανάτου πικροῦ, διασαλεύει φρικτῶς τὸ βασίλειον, τὴν θείαν τοῦ Ποιητοῦ, καταμηνύσας ἐκεῖθεν φανέρωσιν· ὅθεν καὶ ἡμῖν τοῖς πόθῳ, τὴν αὐτοῦ μετάστασιν, εὐφημοῦσιν αἰτεῖται, ἱλασμὸν καὶ μέγα ἔλεος.
Ὤ τοῦ παραδόξου θαύματος, ὁ Θεοῦ τῇ αἴγλῃ, λαμπρυνθεὶς τὸ πρόσωπον, Μωσῆς ὁ περικαλλής, πρὸς τάφον σήμερον, ἐχώρησε τὸ πικρόν, ἀλλ’ οὐ τῆς λήθης τῷ λίθῳ καλύπτεται, ὡς ἥλιος γὰρ φαιδρός, φαίνει αὐτοῦ τῇ δυνάμει καὶ χάριτι· ὅθεν καὶ ἡμῖν τοῖς πόθῳ, τὴν αὐτοῦ μετάστασιν, ἀνυμνοῦσιν αἰτεῖται, ἱλασμὸν καὶ μέγα ἔλεος.
Ὤ τοῦ παραδόξου θαύματος, ὁ πιστὸς ἐν ὅλῳ, τῷ οἴκῳ τῆς χάριτος, θεράπων καὶ ὑπουργός, τῶν μυστηρίων Θεοῦ, ὁ πᾶσαν κτίσιν λαβών, κατὰ Αἰγύπτου σαφῶς ὑποχείριον, καὶ συγκινήσας αὐτήν, εἰς ἐτασμὸν Φαραὼ τοῦ ἀλάστορος, σήμερον νεκρὸς ὁρᾶται, ὑπὸ γῆν κρυπτόμενος, ἐξαιτεῖται δὲ πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
Πάντες συμφώνως τιμήσωμεν, οἱ πιστοὶ ἐν ὕμνοις, καὶ πιστῶς δοξάσωμεν, τὸν μύστην τῶν τοῦ Θεοῦ, θείων ἐλλάμψεων, τὸν πάντων τῶν Προφητῶν, ὑπερβαλλόντως τοῖς πᾶσιν ἀστράψαντα, καὶ πάντας τοὺς ἐπὶ γῆς, ἀειφανεῖ δαδουχίᾳ λαμπρύναντα, τὸν καὶ πρὸ τοῦ νόμου πάλαι, καὶ ἐν νόμῳ λάμψαντα, καὶ τῆς χάριτος δῆλα, τὰ μυστήρια ποιήσαντα.
Μῦστα τῶν θείων Θεόπτα Μωσῆ, ὡς ποτὲ τῇ ῥάβδῳ, ἐρυθρὰν διένεμες, λαόν τε τοῦ Ἰσραήλ, πεζῆ διήγαγες, καὶ Φαραὼ τὸν δεινόν, καὶ τὴν αὐτοῦ στρατιὰν κατεπόντισας. Καὶ νῦν ἡμῶν τοὺς ἐχθρούς, σὺν ὁρατοῖς ἀοράτους κατάβαλλε, καὶ δίδου εὐθυπορεῖν, ἀνεμποδίστως πρὸς τρίβον οὐράνιον, ὅπως τοῦ Θεοῦ τῆς δόξης, σαῖς πρεσβείαις τύχωμεν, ἀνυμνοῦντες ἀπαύστως, τὴν αὐτοῦ μεγαλειότητα.
Τὴν σὴν σεπτὴν καὶ πανέορτον, ὦ Θεόπτα μνήμην, ἐτησίως σήμερον, τελοῦμεν οἱ σοὶ πιστοί, δοῦλοι ἀχρεῖοί τε, δεόμενοί σου θερμῶς, τοῦ διασώζειν ἡμᾶς ἐκ παντοίων κακῶν, καὶ βλάβης τῶν ἀσεβῶν, τῶν περικύκλω ἡμῶν ὑλακτούντων ἀεί, ὅπως εἰς αἰῶνας μένῃ, ἡ παροῦσα ποίμνη σου, ἀπερίκλυστος πάσης, διαβόλου ἐπιθέσεως.
Δόξα. Ἦχος πλ. β΄.
Ἡ πάνσεπτος ἑορτὴ νῦν ἐπεδήμησε τοῦ Προφήτου καὶ Θεόπτου Μωσῆ, προξενοῦσα πᾶσι σωτηρίαν ἡμῖν. Μυστικῶς οὖν κροτήσαντες τούτῳ θεσπέσιε. Χαῖρε μύστα τῶν θείων τεράτων τε αὐτουργέ, τῶν τοῦ Ποιητοῦ θεῖον πεφῃνὸς καταγώγιον, πάρεσο μέσον ἡμῶν ἀοράτως, πᾶσι παρέχων δωρεὰς χαρίτων, τοῖς τὴν πανέορτον νῦν, εὐφημοῦσι μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε...
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα.
Κατέβη ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραι παρεπορεύοντο ἐπὶ τὸν ποταμόν, καὶ ἰδοῦσαν θήβην ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν, ἀνείλετο αὐτήν. Ἀνοίξασα δέ, ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θήβῃ, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραώ, καὶ εἶπεν: Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγάτρι Φαραώ: Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ παιδίον; Καὶ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραώ, προελθοῦσα δὲ ἡ νεάνις, ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραώ: Διατήρησόν μοι τὸ παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν . Ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον, καὶ ἐθήλαζεν αὐτό. Ἀνδρωθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραώ. Ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Μωσῆν, λέγουσα: Ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα.
Ἐν ταῖς ἡμέραις ἐκείναις, εἰσῆλθε Μωσῆς εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ. Ὤφθη δὲ αὐτὸς Ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου, καὶ ὁρᾷ ὅτι ἠ βάτος καίεται ουρί, ἡ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς: Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, τί ὅτι οὐ κατακαίεται ἡ βάτος; Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ τῆς βάτου, λέγων: Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε: Τί ἐστι Κύριε; Καὶ εἶπε: Μὴ ἐγγίσῃς ὦδε· λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἔστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ: Ἐγὼ εἰμὶ ὀ Θεὸς τοῦ Πατρός σου, ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀπέστρεψεν δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ. Ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν: Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν. Οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθῆν καὶ καλήν, εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα.
Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα.
Ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς ἐαυτοῦ φίλον. Καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν. Ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυῆ νέος, οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωσῆς πρὸς Κύριον: Ἰδοὺ σύ μοι λέγεις, ἀνάγαγε τὸν λαὸν τοῦτον. Σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὅν συναποστελεῖς μετ’ ἐμοῦ. Σὺ δέ μοι εἶπας, οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ’ ἐμοί. Εἰ οὖν ᾧ εὑρηκὼς χάριν ἐνώπιόν σου, καὶ ἵνα , ἐμφάνισόν μοι σεαυτόν, ἵνα γνωστῶς ἰδω σε ὅπως ἄν ᾧ εὑρηκὼς χάριν ἐνώπιόν σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τοῦτο. Καὶ λέγει αὐτῷ Κύριος: Ἐγὼ αὐτὸς προπορεύσομαί σου, καὶ καταπαύσω σε. Καὶ εἶπε πρὸς αὐτόν: Εἰ μὴ σὺ αὐτὸς συμπορεύσῃ μεθ’ ἠμῶν, μὴ μὲ ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς, ὅτι εὔρηκα χάριν παρὰ σοὶ ἐγώ τε καὶ ὁ λαός σου, ἀλλ’ ἤ συμπορευομένου σου μεθ’ ἠμῶν; Καὶ ἐνδοξασθησόμεθα ἐγὼ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἄν ἐπὶ τῆς γῆς ἐστίν. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν: Καὶ τοῦτόν σοι τὸν λόγον ὅν εἴρηκας, ποιήσω. Εὕρηκας γὰρ χάριν ἐνώπιον ἐμοῦ. Καὶ οἶδάς δε παρὰ πάντας. Καὶ λέγει Μωσῆς: Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν:Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσεις τῷ ὀνόματί μου Κύριον ἐναντίον σου. καὶ ἐλεήσω, ὅν ἄν ἐλεῶ, καὶ οἰκτειρήσω, ὅν οἰκτείρω. Καὶ εἶπεν: Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου. Οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. Καὶ εἶπε Κύριος: Ἰδοὺ τύπος παρ’ ἐμοί, καὶ στῆθι ἐπὶ τῆς πέτρας. Ἡνίκα δ’ ἄν παρέλθῃ ἡ δόξα μου. Καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ, ἕως ἄν παρέλθῃ. Καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου. Τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι.
Εἰς τὴν Λιτήν. Ἦχος β΄.
Χαίρετε Προφῆται τίμιοι, Μωσῆ καὶ Ἀαρών, οἱ τὸν νόμον Κυρίου καλῶς διαταξάμενοι, καὶ τῇ πίστει φανέντες ἀπόρθητοι στύλοι ἀκλινεῖς, ὑμεῖς γὰρ καὶ μεσίται ὤφθητε, τῆς νέας διαθήκης Χριστοῦ, καὶ μεταστάντες πρὸς οὐρανόν, αὐτὸν ἱκετεύσατε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχάς ἡμῶν.
Ὁ αὐτός.
Ὑπὲρ τὴν τῶν Αἰγυπτίων παιδείαν, τὴν θείαν καὶ οὐράνιον προείλου φιλοσοφίαν. Τὴν μὲν γὰρ ἀπωσάμενος ὡς ματαίαν καὶ βέβηλον, καὶ δεισιδαίμονος πλάνης παιδαγωγόν. Τὴν δὲ ἐνστερνισάμενος μυσταγωγὶαν πεφυκεῖαν μυστικῶν θαυμάτων. Ὧν ἄριστε Προφῆτα φιλοθεάμων γεγονώς, πᾶσιν ἐρητόρευσας, τὴν δημιουργικὴν τοῦ Δεσπότου δύναμιν.
Ὁ αὐτός.
Ἐκκαθάρας σου τὸν νοῦν τῆς ὑλικῆς ἀχλύος, Μωσῆ Θεόπτα παμμακάριστε, πρὸς ὕψος θεωρίας ἀνεπτερώθης, ὅθεν προτεθέασαι Θεοῦ τὴν πρὸς ἡμᾶς ἐπιδημίαν, ὀπῇ τῆς πέτρας ἐντεθείς, χειρὶ Κυρίου σκεπασθείς. Ταῦτα γὰρ τὰ ὀπίσθια, ἅ σοι Θεὸς ζητοῦντι ἀποδείξειν ὑπέσχετο. ᾯ καὶ νῦν παριστάμενος, καὶ πρὸς πρόσωπον τοῦτον καὶ ἀνώτερον ὁρῶν, πρέσβευε ὑπὲρ τῆς ποίμνης σου, ἵνα ῥυσθῶμεν πάσης προσβολῆς ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν πανεύφημε.
Ἦχος πλ. β΄.
Σήμερον, ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ νομοθέτου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Θεοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, εὐφροσύνως κραυγάζει· Μωσῆ θεράπων τοῦ μόνου Θεοῦ, μὴ ἐλλείπῃς πρεσβεύειν ὑπὲρ τῆς ποίμνης σου.
Δόξα, ὁ αὐτός.
Τῆς ἐκλεκτῆς χορείας τῶν θεοπνεύστων Προφητῶν, πανευκλεὴς ἀπαρχὴ χρηματίσασα, ἡ αὐτάδελφος ξυνωρὶς καὶ ὁμότροπος, Ἀαρὼν ὁ περίβλεπτος, καὶ Μωσῆς ὁ θεοπτικώτατος, οἱ παμφαεῖς Θεοῦ Προφῆται, καὶ Ἱερεῖς φανέντες ὑπέρτατοι. Οὕς ἐν εὐφήμοις ὠδαῖς, ὁ τῶν πιστῶν σύλλογος καταστέψωμεν. Χαίρετε βοῶντες αὐτοῖς, οἱ τῶν ὑπερφυῶν καὶ φρικτῶν Θεοῦ τεραστίων ἐπόπται καὶ αὐτουργοί, καὶ τῆς ἀποῤῥήτου σαρκώσεως προσημάντορες διαπρύσιοι. Χαίροις πανσέβαστε Ἀαρών, ὁ τῷ ὄντι πρόκριτος ἐν ἱερεῦσιν ἀναδειχθείς. Τῷ γὰρ βλαστῷ τῆς ἀνίκμου σοὶ ῥάβδου, σαφῶς προετιμήθης. Δι’ ἧς ὁ τὰ πάντα ὑπὲρ λόγον ποιῶν καὶ μετασκευάζων, τήν ἑαυτοῦ ἐπ’ ἐσχάτων συμβολικῶς ἐτεκμήρατο, ἄσπορον ἐκ Κόρης κυοφορίαν. Χαίροις Μωσῆ πολυθαύμαστε, ὁ πάσης ὑλώδης σχέσεως μυηθεὶς ἐν Σιναίῳ τῷ ὄρει, διὰ τῆς ἐκφανθείσης σοι φλογοφόρου, καὶ ἀειθαλοῦς ἀκαταφλέκτου Βάτου. Διὸ ἱκετεύσατε, ὡς παῤῤησίαν πρὸς Θεὸν κεκτημένοι, ἀπὸ πάσης ῥυσθῆναι προσβολῆς ἐναντίας, τὴν ἐκ πόθου τιμῶσαν ὑμᾶς, ποίμνην θεοσύλλεκτον.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος...
Εἰς τὸν Στίχον, ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Θεόπτα μακάριε Μωσῆ, Βάτον πρὶν τεθέασαι, ἐνθάδε Κόρην τὴν Ἄχραντον, σπαργανωμένην, τῷ πυρὶ τῷ θείῳ, τὸ καθόλου δι’ ἄφλεκτον, ὑπάρχουσα δυνάμει τοῦ Κτίσαντος, ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Στ.: Μὴ ἄπτεσθε τῶν χριστῶν καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθαι.
Ἐμάστιξας Αἴγυπτον σοφέ, καὶ τὸν ταύτης ἔξαρχον, πολλοῖς κατέπληξας τέρασι, καὶ τούτου γέγονας, ὡς Θεὸς Θεόπτα, μεταλλάττων ἅπασαν, τὴν φύσιν τῶν στοιχείων ὡς ἔφη σοι, ὁ πάντων πρύτανις, καὶ τοῦ γένους προμηθούμενος, τῶν ἀνθρώπων, ὡς μόνος φιλάνθρωπος.
Στ.: Σὺ Ἱερεύς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Νῦν οὐκ ἐν αἰνίγμασιν ὀρᾷς, οὐδ’ ἐσόπτροις πάνσοφε, οὐδὲ σκιαῖς ὡς τὸ πρότερον, τὸν σοὶ ποθούμενον, Μωσῆ νομοθέτα, ἀλλὰ μᾶλλον πρόσωπον, πρὸς πρόσωπον λυθέντων θεόπνευστε, τῶν πρὶν ἐμφάσεων, Ὅν ἱκέτευε δωρήσασθαι, τῇ σῇ ποίμνῃ, ἔλεος καὶ λύσιν δεινῶν.
Δόξα. Ἦχος δ΄.
Δεῦτε τῶν Ὀρθοδόξων τὸ σύστημα, τῶν Προφητῶν τὸ ἀκροθίνιον τερπνῶς εὐφημήσωμεν, Μωσῆν τὸν ὄντως πολυθρύλητον, τὸν γνήσιον τοῦ Δεσπότου φίλον, καὶ ὑπουργὸν τῶν αὐτοῦ ἐνταλμάτων· τὸν ἐν πολλαῖς καὶ ποικίλαις τεραστίων δυνάμεσι μαστίξαντα Αἴγυπτον, καὶ ταύταις τὸν ὀλέθριον ἐκδειματώσας Φαραώ· τὸν ποδηγέτην τοῦ παλαιοῦ Ἰσραήλ, τὸν διατεμόντα τὸ ἐρυθραῖον μέγα πέλαγος, τῇ θεόθεν αὐτῷ δοθείσῃ σταυροτύπῳ βακτηρίᾳ· καὶ τὸν μὲν περιούσιον λαὸν Θεοῦ διεβίβασεν, τόν δὲ  ἀντίπαλον κατεβύθισε τύραννον, σὺν τοῖς στρατεύμασιν αὐτοῦ ἅρμασί τε, καὶ ἀναβάταις. Ὅθεν ὑπέρτερος χρηματίσας τῶν χαμαιζήλων παθῶν, ἀκηλίδωτον ἔσοπτρον τοῦ Παναγίου γέγονε Πνεύματος, καὶ τοῖς Ἀγγέλοις ὑφέστιος διαπρύσιος· ἐν τῷ ὄρει δὲ προβάς, καὶ τὸν ἄδυτον ὑπεισελθὼν γνόφον, τὸν ἀπρόσιτον ὡς οἷόν τε κατοπτεύσατο, καὶ ὡς φίλος γνήσιος, ἐνώπιος ἐνωπίῳ αὐτῷ προσεφθέγξατο. Παρ’ οὗ τὴν καρδίαν σὺν τῷ προσώπῳ δοξασθείς, καὶ θέσει θεὸς ὀνομασθείς, πνευματέμφορος ὤφθη, τὰ θεότευκτα πυξία τῶν ἐντολῶν, ἀξίως χειρισάμενος, καὶ ὡς ἔνθεος μύστης, τὴν φύσιν τῶν ὄντων ἐτράνωσεν. Ὅθεν καὶ τῷ σαρκωθέντι Θεῷ δι’ εὐσπλαγχνίαν, ἐν Θαβώρ μεταμορφουμένῳ θεοπρεπῶς συμπαρέστηκον, Ὅν καὶ πρεσβεύει ἀδιαλείπτως τυχεῖν καὶ ἡμᾶς τῆς θείας δόξης αὐτοῦ.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε...
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος β’.
Τοῦ Προφήτου Σου Μωϋσέως τὴν μνήμην, Κύριε, ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἕτερον, ἦχος δ΄.
Καὶ ἐν πυρὶ ἀναδειχθείς, καὶ ἐν σαρκὶ φανερωθείς, τοῦ Μωσέως ἐδόξασας πρόσωπον. Τῆς ἐν νόμῳ ἱερατείας τὸν Ἀαρών, τύπον τῆς καινῆς ἀνέδειξας χάριτος. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν πάντων Προφητῶν, ὑπερέχοντα πάντες, ἐν ὕμνοις καὶ ᾠδαῖς, εὐφημήσωμεν πόθῳ, Μωσέα τὸν θεόληπτον, τὸν καὶ νόμου ἐκφάντορα, τὸν ἐκλάμψαντα, ὥσπερ ἀστέρα ἐν κόσμῳ, καὶ φαιδρύνοντα, τὰς τῶν πιστῶν διανοίας, δυνάμει τοῦ Πνεύματος.
Δόξα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Θεὸν ἑώρακας, μακαριώτατε, τὸν ἀθεώρητον, ὡς ἐφικτόν ἐστι, σὺ ἐν τῷ ὄρει τοῦ Σινᾷ, καὶ φίλος καθὰ πρὸς φίλον, τούτῳ διαλέγεσθαι, ἠξιώθης τρανώτατα, πρόσωπον πρὸς πρόσωπον, ὦ φρικτῆς ὄντως χάριτος, ἧς ἔτυχες Κυρίου Προφῆτα, Μωσῆ Θεόπτα, Προφητῶν ὁ πρώτιστος.
Καὶ νῦν. Θεοτοκίον.
Μωσῆς Θεόνυμφε, τὸν τῆς λοχείας Σου, τόκον ἑώρακεν ὁ ἀξιόθεος, Προφήτης μέγας ἐν Σινᾷ, τῷ ὄρει προτυπωθέντα, Βάτον ἀκατάφλεκτον διεσκόπει γὰρ φέρουσαν, αἴγλῃ τῆς θεότητος, θεῖα σύμβολα Ἄχραντε. Σὺ γὰρ πρὸ τόκου Παρθένος ὤφθης, καὶ μετὰ τόκον Παρθένος ἔμεινας.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν θεῖον ἐν σώματι, γνόφον εἰσδυς ἀληθῶς, τὸν νόμον ἐν γράμμασι, τῆς θείας χάριτος, ἐδέξω μακάριε, ἤκουσας ἐν Σιναίῳ, τοῦ Θεοῦ σοὶ λαλοῦντος, εἶδες ἐν Θαβωρίῳ, καὶ τὴν ἄῤῥητον δόξαν. Διὸ ταῖς πρὸς Θεόν σου λιταῖς, σῶζε τὴν ποίμνην σου.
Δόξα. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἀναβὰς θεοπρεπῶς, ἐν τῷ Σινᾷ θεῖε Μωσῆ, καὶ τὸν γνόφον εἰσελθών, εἶδες τὴν δόξαν τοῦ Θεοῦ, καὶ ὑπεδέξω τὸν νόμον τὸν τοῦ Πνεύματος· ὅθεν τοῦ Χριστοῦ βλέπεις τὴν σάρκωσιν, βάτῳ καὶ πυρὶ προγραφεῖσάν σοι, καὶ ἐν Θαβὼρ προέστης, καὶ τὴν ἄῤῤητον κατεῖδες δόξαν τοῦ Κτίστου σου· Αὐτόν δυσώπει, παντὸς κινδύνου, σώζεσθαι τοὺς ὑμνοῦντάς σε.
Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν...
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν Μωσέα τὸν πάντων τῶν Προφητῶν, ὑπερέχοντα πάντες ᾀσματικῶς, ἐνθέως ὑμνήσωμεν, καὶ τὸν τοῦτον δοξάσαντα, ἐν σημείοις πᾶσι, καὶ τέρασι σήμερον, τὴν αὐτοῦ τελοῦντες ὑπέρτιμον κοίμησιν. Ὅ καὶ ἐκβοῶμεν, εὐελπίστῳ καρδίᾳ, θεόπτα μακάριε, ποδηγὲ καὶ προστάτα ἡμῶν, νομοθέτα παγκόσμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἐορτάζουσιν πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ὅμοιον.
Σὺ ἀστεῖος ἐκ βρέφους ἀναδειχθείς, τῆς ψυχῆς ἐκκαθαίρων τὸ ὀπτικόν, γέγονας μετάρσιος τῶν γηΐνων μακάριε, ὡς γὰρ εἶδες τῆς βάτου τὴν φλόγαν τὴν ἄστεκτον, μὴ πῦρ φλέγουσα ὅλως, ἤ μᾶλλον δροσίζουσαν, ἔφης ὦ Προφήτα, ἐκπληττόμενος σφόδρα, τί τοῦτο τὸ ὄραμα πορευθεὶς διαγνώσομαι; Ὥς δὲ ἔγγιστα γέγονας, ἤκουσας ἐκεῖθεν φωνῆς, προσταττούσης λῦσαι τὸ ὑπόδημα, ὁ γὰρ τόπος ᾧ ἔστης, ἁγία γῆ πέφυκε.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Χαῖρε Θρόνε πυρίμορφε τοῦ Θεοῦ...
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον. Ἦχος δ΄: Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς Ἱερεῦσιν Αὐτοῦ.
Στ.: Διέῤῤηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Μάρκον: Τῷ καιρῷ ἐκείνῳ, ἔρχονται Σαδδουκαῖοι πρὸς τὸν Ἰησοῦν, οἵ τινες λέγουσιν ἀνάστασιν μὴ εἶναι...
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Προφήτου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προτέθεικας τὴν ψυχήν σου χριστομιμήτως Θεόπτα, τοῦ λαοῦ προκινδυνεύων. Καὶ Θεὸν μὲν προέτρεπες ἐάσαι αὐτόν, παμμάκαρ εἰς ἐξάλειψιν αὐτῶν, πάσης κατακρίσεως ὄντων ἐπαξίων, ἐν τοῖς ἔργοις αὐτῶν, τοὺς εἰς ἔθνος μέγα σε, ἀναδεῖξαι Μωσῆ θεσπέσιε. Αὐτὸς δὲ προέκρινας συναπολέσθαι θεοφόρε αὐτοῖς, πράγμα δεικνύων ποιμένος ἀρίστου, σώζεσθαι μόνου καλῶς οὐ φιλοῦντος, ὡς αὐτὸς οὖν καὶ ἡμᾶς σῶζε προστασίαις σου.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου μετὰ τοῦ εἱρμοῦ εἰς στ΄· καὶ τοῦ Ἀγίου β΄, εἰς η΄.
Ὁ α΄ Κανὼν τοῦ Ἀγίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Σταυρὸν χαράξας Μωσῆς.
Τῆς φύσεως ὁδηγός, προβληθεὶς θεόθεν, Μωσῆ θεομακάριστε, πατάσσεις τὸν Αἰγύπτιον, καὶ τοῦτον ἐν τῷ βαθεῖ, κατακρύπτεις λάκκῳ, τὸν Κύριον μιμούμενος, τὸν κτείναντα τὸν ὄφιν, ἐν χειρὶ τῇ κρυφαίᾳ. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.
Ὁ Λόγος ὁ τοῦ Θεοῦ, ὁ τὴν κτίσιν πᾶσαν, καλλύνας ὡραιότητι, ἐν σοὶ ἐπανεπαύσατο, καὶ ὄργανον τοῦ σεπτοῦ, καὶ Ἁγίου Πνεύματος, εἰργάσατο μακάριε, τὴν γνῶσιν ἐντιθείς σοι, φανερὰν τῶν κτισμάτων. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.
Νεκρᾶς θρησκείας σοφέ, τῶν προσοχθισμάτων, κατακρατούσης πάσης γῆς, ἐν σοὶ ὁ θησαυρὸς τῆς ζωῆς, ἐγκείμενος δαψιλῶς, ἐξεχύθη πᾶσι, τοῖς πέρασιν ἐν χάριτι, πολὺ καθάπερ ὕδωρ, πλημμυροῦν ἐν θαλάσσαις. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.
Θεοτοκίον.
Τὴν ἔμψυχον Κιβωτόν, τὴν Ἁγίαν Κόρην, προέβλεψας ἀοίδιμε, ἐξ ἧς ὁ τοῦ παντὸς Ποιητής, τὴν στάμνον προσειληφώς, τῆς σαρκὸς προῆλθε, λιμώττοντα τὸν ἄνθρωπον, ζωῆς ἄρτον ἐμπλῆσαι, διὰ σπλάγχνα ἐλέους. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.
Ἕτερος, οὗ ἡ Ἀκροστιχίς: Μωσῆν γεραίρω τὸν Προφήτην προφρόνως.
ᾨδὴ α΄, ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μεθέξει θεούμενος, τῆς πρὸς Θεόν σου ἐγγύτητος, φωτὸς ὅλως ἔμπλεως, θεόπτα πέφυκας, ἀλλὰ δέομαι, καταύγασον τὸν νοῦν μου, τὴν σὴν μνήμην σήμερον πανηγυρίζοντος.
Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον εὑράμενοι, τῇ θήβῃ τοῦ Πνεύματος, αἱ γενικαὶ ἀρεταί, τῇ προνοίᾳ σε, καθάπερ Βασιλίσσῃ, ἐν γάλακτι πίστεως ἐτιθηνήσαντο.
Συνέσει κοσμούμενος, καὶ τῇ τοῦ Πνεύματος χάριτι, ἐνθέῳ λαμπόμενος, τοῦ συγγενοῦς Ἰσραήλ, ἐχρημάτισας, δημαγωγὸς καὶ ῥύστης, ἐκ πάντων λυτρούμενος αὐτὸν κακώσεων.
Θεοτοκίον.
Ἡ βάτος ἥν ἔβλεψεν, ὁ Μωϋσῆς ἀκατάφλεκτον, κατάφλεξον Πάναγνε, τὰς ἁμαρτίας μου, καὶ τοῦ μέλλοντος, πυρὸς ἐξάρπασόν με, λαβὶς ἡ τὸν ἄνθρακα τὸν θεῖον φέρουσα.
ᾨδὴ γ ΄. Ῥάβδος εἰς τύπον.
Ὡς ἐθεάσω, τὴν τοῦ Κυρίου ἡμέραν πάνσοφε, ἐν χαρᾷ ἀνεκλαλήτῳ ἐχάρης, καὶ τὴν κοινὴν σωτηρίαν, καταγγέλλων ἀνεκραύγαζες· Σὺ εἶ Χριστέ, τὸ κράτος καὶ στερέωμα.
Νοήσας πάλαι, τοῦ Θεοῦ Λόγου τὴν ἐνανθρώπησιν, τὴν σὴν χεῖραν ἠλλοιώθης θεόφρων, καὶ δι’ αὐτῆς ἐθεάσω, τῶν ἀνθρώπων τὴν ἀνάκλησιν, εἰς τὸ ἀρχαῖον κάλλος καὶ ἀξίωμα.
Πυρὸς τοῦ θείου, πλησθεὶς Θεόπτα κατεδαπάνησας, σοῦ τῇ ῥάβδῳ τοὺς ὄφεις τῶν Αἰγυπτίων, τὴν ἐν θαλάσσῃ μηνύων σωτηρίαν, ἥν πεποίηκας τῷ σῷ λαῷ, βυθίσας τοὺς ἀλάστορας.
Θεοτοκίον.
Ῥομφαίαν πάλαι, τὴν στρεφομένην Σὺ ἐθεώρησας, θεοφόρε τὴν φυλάττουσαν πύλην, τὴν τῆς Ἐδέμ, ἥν ὁ τόκος τῆς Παρθένου διεκώλυσε, λόγχῃ πλευρᾶς, πλευρὰν ἐπανορθούμενον.
Ἕτερος. Τοὺς Σοὺς ὑμνολόγους Θεοτόκε.
Νοός σου προχὼν ὁ παντεπόπτης, τῇ θείᾳ λαμπρότητι σοφέ, συλλαλητήν σε δείκνυσιν, ἐπόπτην τε τῆς δόξης αὐτοῦ, καὶ ἀκουστὴν φωνῶν αὐτοῦ, καὶ θείας χάριτος μέτοχον.
Γνησίως κολλώμενος τῷ Κτίστῃ, καὶ τούτῳ ἀμέσως ὁμιλῶν, ὡς ὄντως καθαρώτατος, θεὸς ἐδόκεις Φαραώ, τερατουργῶν ἐξαίσια, καὶ τοῖς σημείοις κοσμούμενος.
Ἐκόλασας Αἴγυπτον τῇ ῥάβδῳ, τὴν χάριν προφαίνων τοῦ Σταυροῦ, τὰς Αἰγυπτίους ῥάβδους γάρ, ὡς ὄφεις φαντασμάτων ἡ σή, ῥάβδος σοφὲ κατέπιε, Θεοῦ δοξάζειν σε θέλοντες.
Θεοτοκίον.
Ῥιφθεὶς τὴν καρδίαν καὶ τῆς ὕλης, Μωσῆς γυμνωθεὶς τοὺς ἀληθεῖς, τύπους ὁρᾷ ἐν Πνεύματι, καὶ βλέπειν τὴν ἀπόῤῤητον, τοῦ Λόγου συγκατάβασιν, καὶ τῆς Παρθένου τὴν γέννησιν.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπὸ βρέφους ἀστεῖος ἀναφανείς, καὶ ψυχῆς προσδεικνύων τὸ εὐγενές, γέγονας μακάριε, τοῦ Κυρίου ἐπάξιος. Διὰ τοῦτο ποιμένα ἐπὶ τὸν λαὸν Αὐτοῦ, ὡς ἐκλεκτόν σε πίστει σαφῶς ἐδικαίωσεν· ὅθεν τῆς δουλείας, λυτρωσάμενος τοῦτον, Αἰγύπτου διέσωσας, ἐν σημείοις καὶ τέρασιν, ἀπαστράπτων θεόπνευστε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσιν πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Νοῦν καθάρας σου τῆς ἀχλυώδους, ἐπιθέσεως Μωσῆ Θεόπτα, τὸν ἀόρατον ἐν γνόφῳ τεθέασαι, καὶ τὰς γραφείσας δακτύλῳ τοῦ Πνεύματος, τῶν ἱερῶν νόμων πλάκας εἰσδέδεξαι· ἀλλ’ πρέσβευε Χριστῷ τῷ Θεῷ, δωρήσασθαι τῷ νέῳ Ἰσραὴλ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου...
Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ βυθὸς ἐχερσοῦτο μέν, πέτρα δὲ εἰς ὕδωρ μετεσκευάζετο, τοῦ Σταυροῦ γὰρ διεγράφετο ἰσχὺς θεοφόρε ἐν τῇ ῥάβδῳ σου.
Φῶς τὸ ἄϋλον ἔγνωκας, σώματι ἐνύλῳ ἐνωθησόμενον, διὰ τοῦτο καὶ φωτὸς αἰσθητοῦ, τὴν δημιουργίαν ἀνιστόρησας.
Ἡ κακῶς ἀγνοήσασα, καὶ τῷ γογγυσμῷ τὴν λέπραν αἰσθήσασα, τὸν λαόν σου προεμήνυσε, τὸν ἀποκτείνοντα τὴν ζωὴν αὐτοῦ.
Θεοτοκίον.
Τὴν οὐράνιον κλίμακα, ἐν τῷ Ἰακὼβ πανσόφως ἐτράνωσας, ὦ Θεόπτα τὴν ἀπόῤῥητον, τοῦ Θεοῦ κατάβασιν αἰνιττόμενος.
Ἕτερος. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀμειφθείσης τῆς σῆς γλώττης, τῆς ἰσχνότητος ἔνδοξε, τοῦ Θεοῦ προνοίᾳ, ῥήτωρ μυστηρίων γεγένησαι, καὶ τοῖς σοῖς ῥήμασι πᾶσαν σὺ τὴν Αἴγυπτον, ἐν πληγαῖς παραδόξως ἐμάστιξας.
Ἰσραὴλ Σωτὴρ ἐδείχθης, καὶ ἐπάταξας ἔνδοξε, θείᾳ δυναστείᾳ , τῆς Αἰγύπτου ἅπαν πρωτότοκον, ὡς ὁ Χριστὸς τῶν δαιμόνων κράτος ἔθραυσε. Καὶ γὰρ τύπος μελλόντων τὰ σοὶ ἐνεργούμενα.
Ῥάβδῳ θάλασσαν μαστίζεις, καὶ ξηραίνεις τὴν ἄβυσσον, καὶ διαβιβάζεις, ὅλον Ἰσραὴλ ἀκατάκλυστον. Τοὺς δ’ Αἰγυπτίους βυθίζεις σὺν τοῖς ἅρμασι, καὶ τοῖς ἵπποις, καὶ πᾶσιν αὐτῶν τοῖς στρατεύμασιν.
Θεοτοκίον.
Ὡς παράδοξον τὸ θαῦμα, ὁ Μωσῆς προερώακε. Τὴν γὰρ βάτον βλέπων, ὅλην ἀκατάφλεκτον Δέσποινα, Σὲ τηλαυγῶς ἐμυεῖτο τὴν βαστάσασαν, τῆς Θεότητος Κόρη τὸ πῦρ τὸ ἀκήρατον.
ᾨδὴ ε΄. Ὦ τρισμακάριστον Ξύλον.
Ὡς ἐν κοινῇ πολιτείᾳ, τῶν κοσμικῶν πλατυσμῶν, τοῖς πᾶσι διεσάφησας, τὰ πρακτέα τῶν ζώων ἑκατέρω, ἀσεβῶν καταστροφήν, ἐνδίκως ἐκτιθέμενος, καὶ πρὸς ἔνθεον βίον, μάκαρ προηγούμενος.
Νυκτομαχούντων ἀνθρώπων, ἐν τῷ πελάγει δεινῶς, σοφὲ τῆς ἀθεότητος, σὺ ὡς ἥλιος λάμψας πρὸς τοὺς λιμένας, κατευθύνεις ἀσφαλῶς, τῆς θείας ἐπιγνώσεως. Διὰ τοῦτό σε, καταχρέως μακαρίζομεν.
Προφήτην προδιαβλέπεις, καὶ προαγγέλεις Χριστόν, ἐν σώματι φανήσεσθαι, ὡς Θεὸν δὲ τοῦτον διετράνωσας πάλιν, πάντα φέροντα σαφῶς, τῷ λόγῳ τῆς ἰσχύος αὐτοῦ. Διὰ τοῦτό σε, καταχρέως μακαρίζομεν.
Θεοτοκίον.
Ἄγραφος Λόγος ὑπάρχων, δακτύλῳ τῷ τοῦ Πατρός, λιθίναις ἐτυπώθης πλαξί, Μωϋσῆ ἐπιδιδόμενος Σῶτερ· ἐν ἐσχάτῳ δὲ καιρῷ, σεσάρκωσαι δι’ ἔλεον, καὶ ἐπήγασας, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς τῆς ἀῤῥήτου γνώσεως, ὅλως πεπλησμένος ὦ Θεόπτα, ἔσχες μυοῦν σε καὶ ἐκκαλύπτον σοι, πᾶσαν τῶν ἀρχαίων ἐμφανῶς, γνῶσίν τε καὶ μύησιν, διαγγέλλων σαφέστατα.
Οὐκ εἶδες σκεπόμενος, τῇ πέτρᾳ Θεοῦ πρόσωπον, κρύφιον καθάπερ ὦ Θεόπτα, καὶ τοῖς Ἀγγέλοις αὐτοῖς ἀθέατον, Σάρκωσιν τοῦ Λόγου δὲ τρανῶς, ἔγνως ὡς ὀπίσθια, καὶ φρικτὴν συγκατάβασιν.
Νοὸς καθαρότητι, ἐν ὄρει ἀναβέβηκας μάκαρ τῷ Σιναίῳ, καὶ τὸν νόμον, ἐγγεγραμμένον χειρὶ τοῦ Κτίστου σου, πίστει ὑπεδέξω ἐν πλαξί, πᾶσί τε κατήγγειλας, τὸ αὐτοῦ θεῖον βούλημα.
Θεοτοκίον.
Ποικίλοις αἰνίγμασιν, ὁ Μωϋσῆς τὸν Τόκον Σου, πᾶσι διετράνωσε Παρθένε, Βάτον πυρφόρον Σὲ θεασάμενος, στάμνον τε χρυσῆν, καὶ κιβωτὸν, τράπεζάν τε Πάναγνε, καὶ λυχνία πολύφωτον.
ᾨδὴ στ΄. Νοτίου θηρὸς ἐν σπλάγχνοις.
Μορφώσας ἐν τῇ ψυχῇ σου τὸ κάλλος, ἐναρέτως θεοφόρε τῆς Τριάδος, ἐπεσκέψω τὰ ὄντα μετὰ συνέσεως, καὶ ἄφησες τὸν κοσμικὸν οἶκον, καὶ τὸ πολύφωτον ἐστιατόριον, ἐν ᾧ ὁ Βασιλεὺς προητοίμασε, τῆς ὑψηλῆς εὐωχίας, τὴν θείαν ἀπόλαυσιν.
Μεγάλην τὴν σωτηρίαν Θεόπτα, προδεικνύων τοῦ Δεσπότου τῶν ἁπάντων, ἐν τῇ θήβῃ εὐρέθης, τῇ θυγατρὶ Φαραώ, τῇ ἐξ ἐθνῶν συναγωγῇ· τὸ τοῦ Θεοῦ γὰρ παραδόξως ἐπιστώθης μαρτύριον, εἰργασμένον δι’ οἶκτον ἀμέτρητον, δι’ οὗ εἰς χάος ἐῤῥίφθη, ὁ δράκων ὁ δόλιος.
Ἐκτείνας ἐπὶ τοῦ ὄρους τὰς χεῖρας, Θεοφόρε τὸν λαόν σου διεσώσω, Ἀμαλὴκ τὸν πανώλην κατατροπούμενος· ἀλλὰ καὶ νῦν ὑπὲρ ἡμῶν, τῶν μεμνημένων ἐν τῇ ποίμνῃ σου τὰς χεῖρας ἔπαρον, ἱκετεύων τὸν Πλάστην καὶ Κύριον, καὶ πειρασμῶν πολυτρόπων ἡμᾶς ἐκλυτρούμενος.
Θεοτοκίον.
Γονίμους τὰς διανοίας εἰργάσω, τῶν ἀνθρώπων ἐναρέτοις εὐκαρπίαις, τῷ τῶν λόγων Σου σπόρῳ Θεομακάριστε. Τὸν γὰρ Υἱὸν τὸν τοῦ Θεοῦ, λαβὼν ἐγγάστριον Πνεῦμα διεζωγράφησας, ἐπὶ τῆς σωτηρίας καὶ γνώσεως· ὅθεν ἡμῶν τὰς καρδίας, πλῆσον τῆς Σῆς χάριτος.
Ἕτερος. Ἐβόησε, προτυπῶν τὴν ταφήν.
Ῥαδίως σοι, ἐξιῶνται καὶ οἱ ὀφιόδηκτοι, ἐγκαρσίως, ἐπὶ ξύλου χαλκοῦν ὄφιν βλέποντες, ἀπηωρημένον, τὸν Σταυρὸν προτυποῦντα τὸν τίμιον.
Ὁ Κτίστης σου, τῶν εὐχῶν ἐπακούσας θεόπνευστε, οὐρανόθεν, καταπέμπει καὶ μάννα σοι ἔνδοξε, καὶ ὀρτυγομήτραν, πρὸς τροφὴν Ἰσραὴλ τῷ γογγύζοντι.
Φυλάσσοντος, τοῦ Θεοῦ σοι σοφὲ τὸ αἰδέσιμον, κατηνέχθη, ἕως ᾍδου Κορὲ ζῶν ὁ δείλαιος, ὡς ἱερατεύειν, κατὰ σοῦ θρασυνθεὶς καὶ ἀπώλετο.
Θεοτοκίον.
Ἡ Βάτος Σε, ἡ πυράφλεκτος Κόρη διέγραψε, συλλαμβάνειν, τῆς θεότητος πῦρ Παναμώμητε, ἡ δὲ θεία στάμνος, τὸν τροφέα τοῦ Κόσμου Πανύμνητε.

           Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Ὡς θεωρὸν τῆς τοῦ Θεοῦ ἐνανθρωπήσεως, καὶ μυστογράφον τῆς αὐτοῦ συγκαταβάσεως, ἐκθειάζει σε ἡ ποίμνη σου θεοῤῥήμων· ἀλλ’ ὡς πέφυκας μεσίτης ἀξιόθεος, ἐκ παντοίων ἡμᾶς κινδύνων ἐλευθέρωσον, ἵνα κράζωμέν σοι· χαίροις Μωϋσῆ θεσπέσιε.
Ὁ Οἶκος.
Ἄνωθεν παραδόξως, ὁ Θεοῦ Θεὸς Λόγος, κατέπτη ἐπὶ σὲ θεοφόρε, καὶ τὴν ἠλογημένην μορφήν, ἐπεσκέψατό τε καὶ ἐμνηστεύσατο. Διό σοι καταρτίζοντες τὸν ἔπαινον, βοῶμεν οὕτως·
Χαῖρε, δι’ οὗ ὁ Θεὸς ἐγνώσθη· χαῖρε, δι’ οὗ ὁ ἐχθρὸς ἐπτώθη.
Χαῖρε, ἐναρέτου ζωῆς ἐργαστήριον· χαῖρε, οὐρανίου τροφῆς καταγώγιον.
Χαῖρε, ξένην εἰσηγούμενος τοῖς ἐν γῇ καταλλαγήν· χαῖρε, μόνης ἐφιέμενος τῆς ἀῤῥήτου καλλονῆς.
Χαῖρε, τῆς εὐσεβείας μεγαλόφωνος κῆρυξ· χαῖρε, τῆς ἀληθείας ἡ θεόφθογγος σάλπιγξ.
Χαῖρε, κρατὴρ εὐφραίνων συνείδησιν· χαῖρε, νιπτὴρ καθαίρων ἐνθύμησιν.
Χαῖρε, δι’ οὗ ἡ Ἐδὲμ ἠνεώχθη· χαῖρε, δι’ οὗ ὁ Ἀδὰμ ἀνεκλήθη.
Χαίροις Μωσῆ θεσπέσιε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Προφήτης Μωϋσῆς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι:
Οὐκ ἐκ πέτρας νῦν, οὐδ᾿ ὀπισθίων μέρει,
Μωσῆ θεωρεῖς, ἀλλ᾿ ὅλον Θεὸν βλέπεις.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ΄. Ἔκπνοον πρόσταγμα τυράννου.
Σὺ τὸν ἐγκάρσιον, θεσπέσιε Μωσῆ, ὄφιν ἐστήλωσας, ἄψυχον ποτὲ ἐν τῇ ἐρήμῳ θεραπευτήν, τὸν σὸν λαὸν τὸν ἀγνώμονα, γυμνάζων ἐντεῦθεν, εἰς προσκύνησιν τοῦ σταυρωθέντος, καὶ τὸν ὄφιν κτείναντος, καὶ σώσαντος τοὺς ψάλλοντας· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ταύτην τὴν ποίμνην σου, σκηνῆς τῆς παλαιᾶς οὖσαν ἀντίτυπον, σῶζε πειρασμῶν, καὶ πολυτρόπων ἐξ ἀναγκῶν, τειχίζων ταύτην τῇ μεσιτείᾳ σου, καὶ τῇ ἐποπτείᾳ Μωσῆ πάνσοφε. Καὶ γὰρ ἐνταῦθα τῷ Θεῷ ὡμιλήσας, καὶ ψάλλων διετέλεσας· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἵλεων ἔργασαι, εὐχαῖς σου τὸν Χριστὸν θεομακάριστε, ὅν ἐν τῷ Θαβὼρ Θεὸν ἀνήγγειλας ἀληθῆ, καὶ τὴν λαχοῦσάν σοι ποίμνην φύλαξον, ὡς πάλαι λαοῦ σου ἐν μέσῳ ἔστησας, κρίμα θανάτου τοῦ παραπικράναντος, καὶ ψάλλειν μὴ συνήσαντος· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὅτε ἑώρακας, τὴν πάλην Ἰακὼβ μακαριώτατε, ἔγνωκας Θεὸν μετὰ ἀνθρώπων εἰλικρινῶς, καὶ τοῦ λαοῦ σου τὴν ἔννοιαν χωλάνασαν εἶδες. Διὸ εὔθυνον ἡμῶν τρίβους, πρὸς ζωὴν ἐνάρετον, καὶ σῶσον ἀναμέλποντας· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἕτερος. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.
Τῇ ἁπλότητι παμμάκαρ τῆς καρδίας σου, καὶ καθαρότητι, τῆς ἱερᾶς σου ψυχῆς, ἐμφόβως πρὸς Κύριον, ἔφης εἰ ἔγνως με, νῦν παρὰ πάντας, Λόγε γνωστός μοι φάνηθι, ὅπως ὄδω Σου τὴν δόξαν.
Ἡδυνθείς σου τῆς ψυχῆς τῇ καθαρότητι, σὲ κατενώπιον μάκαρ παντὸς τοῦ λαοῦ, Θεὸς τῆς φωνῆς αὐτοῦ, ἀκούει ἵστησιν, ὡς αἰδέσιμον, πᾶσιν ὁρῶσι δείξῃ σε, καὶ φρικτὸν τὸν αὐτοῦ μύστην.
Νομοθέτην παραδόξων δυσεφίκτων τε, θεομακάριστε, διαταγμάτων αὐτοῦ, Θεός σε ἀνέδειξε, καὶ εἰς ἐπίγνωσιν, θείας χάριτος, καθοδηγοῦντα ἔνδοξε, τὸν λαὸν αὐτοῦ ἐμφρόνως.
Θεοτοκίον.
Πικρογόνους ἁμαρτίας Σὺ μετέβαλες, μόνη κυήσασα, τὸν γλυκασμὸν τοῦ παντός. Σὲ γὰρ προετύπωσεν, ἡ ῥάβδος Πάναγνε, ἡ γλυκάνασα, πάλαι Μεῤῥᾶς τὰ νάματα, ἐν χειρὶ τῇ τοῦ Μωσέως.
ᾨδὴ η΄. Εὐλογεῖτε παῖδες.
Νεύματι ὁ πάντων φέρων Ἅγιε, σὲ προειδὼς ἐκ μήτρας, ἡγίασέ σε, θέμενος ἀρχετυπίαν, ἐναρέτου βίου, ἐν μετεώρῳ τῆς γῆς· ὅθεν ἁρμονίαν πλουτοῦντες ἀναβοῶμεν, ὕμνον τρισάγιον εἰς τοὺς αἰῶνας.
Αἵματος ἀθώου χεομένου μακάριε, καὶ τῶν βρεφῶν ἀδίκως ἀναιρουμένων, ἐκ τυραννικῆς ἀνοίας, τῆς μητρὸς ὠδῖνας, λύεις τικρόμενος, καὶ τῆς Ἐκκλησίας τὸ βάπτισμα διαγράφεις, ἐν τῷ ἐκτίθεσθαι παρὰ τὸ ὕδωρ.
Ἰοβόλον ὄφιν τὸν τὴν Εὔαν πτερνίσαντα, ἐν τῇ ἐρήμῳ πάνσοφε θριαμβεύεις, χάλκεον αὐτὸν στυλώσας. Τὰς γὰρ χαμαιζήλους ὁρμὰς τοῦ σώματος, δι’ ὑπερβαλλούσης ἀσκήσεως ἀποκτείνας, ζωὴν διήνυσας οὐρανοδρόμον.
Θεοτοκίον.
Νέμοις Σαῖς πρεσβείαις, τῆς εἰρήνης τὸν Ἄγγελον, ὡς τὸν λαόν Σου πάλαι περιφρουροῦντα, ταύτην τὴν σεπτήν Σου ποίμνην, τὴν ἐγκαυχωμένην τῷ Σῷ ὀνόματι, καὶ καθιδρυμένην ἐν τόπῳ, ἐν ᾧ προεῖδες τῆς Θεομήτορος τὸ μέγα θαῦμα.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Ῥάβδῳ σου καὶ πέτρα ῥασπισθεῖσα Θεόπτα, ἐκ παραδόξου πρὶν ἐξέβλυσε, ῥεύματα ποτάμια, καὶ λαὸν ἐκόρεσε, καὶ αὐχμηρίαν ἔλυσε, Μωσῆ ψυχόλεθρον. Τὸν τύπον τοῦ Σταυροῦ γὰρ ἐδήλου, δι’ οὗ κατηρδεύθη πᾶσα πιστῶν καρδία.
Ὅπλον τοῦ Σταυροῦ πρὸς ἀντιπάλους, τῷ θείῳ προχαράξας μάκαρ σώματι, χεῖρας διεπέτασας, σταυρικῶς πανόλβιε, καὶ Ἀμαλὴκ τὸν ὐπερήφανον, καὶ πᾶσαν τὴν αὐτοῦ δυναστείαν, ἔθραυσας δυνάμει τοῦ Σταυρωθέντος Λόγου.
Φρύαγμα δεινὸν τοῦ ἀρχεκάκου, θρασέως ἀντιλογοῦντος πρὶν κατήσχυνε, Μιχαὴλ ὁ μέγιστος, ἄρχων ἱερώτατε, τῶν οὐρανίων τάξεων συστρατηγῶν σοι ποτέ, ὡς ὤφθη καὶ φρουρὸς τοῦ σοῦ σκήνους, τὴν ὀφρύν τε τούτου κατέβαλεν ἐνδίκως.
Θεοτοκίον.
Ῥάβδος Ἀαρὼν ἡ πρὶν ἀνίκμως, βλαστήσασα προεδήλου σὲ Πανάμωμε, τὴν ἀσπόρως τέξασα, ἄνθος τὸ ἀμάραντον, τὸ ταῖς σκιαῖς τῆς χάριτος τὴν κτίσιν ἅπασαν, καλύψας καὶ τὸν καύσωνα πάντας, τῆς πολυθείας ἐξάραν θείῳ σθένει.
ᾨδὴ θ΄. Μυστικὸς εἶ Θεοτόκε.
Ὦ Μωϋσῆ Θεοῦ θεράπων ἰέμενος, τῆς ζωηφόρου καὶ θείας ἀστραπῆς, τὸν γνόφον διελθῶν, τῶν ἁγίων ἰχνῶν ἐπορεύθης ὀπίσω. Διὸ τοὺς ὑμνοῦντάς σε, μιμητάς σου πρεσβείαις ἀνάδειξον.
Σήμερον χαίρει σου ἡ ποίμνη τῇ μνήμῃ σου, πανηγυρίζουσα πάνσοφε φαιδρῶς, ἐν ᾗ πρὸς τὸν Θεὸν ἐπορεύθης, λιπὼν τὸ γεῶδες σαρκίον, ἀλλὰ μὴ διαλίπῃς πρέπων αὐτὴν τῇ μεσιτείᾳ σου.
Ἡ Τρισυπόστατος Θεότης ἐμπλήσασα, τῆς σῆς αὐγῆς τὸν Προφήτην σου Μωσῆν, ἐξῆρας δι’ αὐτοῦ τὴν βαθεῖαν ἐκ γῆς, καὶ πολύθεον νύκτα. Αὐτοῦ ταῖς ἱκεσίαις, καὶ ἡμῶν τὴν ζωὴν γαλήνης πλήρωσον.
Θεοτοκίον.
Νικητικὰ βραβεῖα δίδου τοῖς δούλοις σου, Θεοκυήτωρ Παρθένε Μαριάμ, κατὰ τοῦ πονηροῦ, ὅτι σὺ τῶν πιστῶν τῆς καυχήσεως στέφος, ἵνα σε κατὰ χρέος, εὐφημοῦμεν ἀεὶ καὶ μεγαλύνωμεν.
Ἕτερος. Ἅπας γηγενής.
Ὄρει ἐπιβάς, Θεόπτα τῷ πνεύματι, εἶδες πραέων τὴν γῆν, τοῦ Θεοῦ προστάξαντος, ἐπαγγελίας δὲ κατενόησας, πανευσεβῶς πανόλβιε, πάσαν τὴν γῆν αἰσθητῶς, μεταστὰς δέ, νῦν πρὸς τὰ οὐράνια, σὺν Ἀγγέλοις αὐλίζῃ μακάριε.
Νεύματι σοφέ, τοῦ φέροντος ἅπαντα, καὶ μετὰ θάνατον, ἤχθης καὶ παρέστηκας, σὺν τῷ Θεσβίτῃ καὶ κατενόησας, οὐχ ὡς τῇ πέτρᾳ πρότερον κρύβεις θεόσοφε, καὶ αὐτόπτης γέγονας θεόπνευστε, τῆς Θεοῦ πρὸς ἀνθρώπους ἐλεύσεως.
Ὤφθης θεατής, Θεοῦ πρὸ σαρκώσεως, καὶ μετὰ σάρκωσιν, εἶδες ἅπερ ἔβλεψεν, οὐδεὶς τῶν πάλαι οὐδὲ ἀκήκοεν, ἀλλ’ σεμνῶς προσβλέψας μοι, νῦν δεομένῳ σου, τῆς φωνῆς μου ἄκουσον θεόπνευστε, καὶ πταισμάτων μοι δίδου τὴν ἄφεσιν.
Θεοτοκίον.
Στάμνον σε χρυσῆν, καὶ πλάκα καὶ τράπεζαν προδιεγράψατο, Μωϋσῆς Πανάμωμε, καὶ βάτον Κόρη ὅλην πυράφλεκτον, ὧν νῦν ἡμεῖς τὴν ἔκβασιν πιστῶς θεώμενοι, Θεοτόκον εὐσεβῶς δοξάζομεν, ὡς Θεὸν τῶν ἁπάντων γενήσασα.
Ἐξαποστειλάρια. Φῶς ἀναλλοίωτον Λόγε.
Σὺ τὸν οὐρανῶν ἄρτον, ἐπόμβρησας ἐν ἐρήμῳ, τροφῆς ἁγίας Θεόπτα, διάκονος χρηματίσας, καὶ νῦν ἡμᾶς ταῖς εὐχαῖς σου, δεῖξον μετόχους, τῆς οὐρανῶν Βασιλείας.
Διὰ ζωῆς ἀνοιγμένης, καὶ μεταρσίου πορείας, εἰς τὴν οὐράνιον λῆξιν, κατέπαυσας θεοφόρε, ὅθεν ἡμᾶς ἀπευθύνεις, εἰς τοὺς λιμένας, τῆς ἀληθοῦς κληρουχίας.
Θεοτοκίον.
Ἡ Βάτος ἐν τῷ Σιναίῳ, Σὲ προετύπου Παρθένε, τὸ πῦρ τῆς θείας οὐσίας, ἀφλέκτως ἐγγυμονοῦσα, διὸ ἡμᾶς τοὺς Σοὺς δούλους, ποίησον οἴκους, τοῦ Πνεύματος τοῦ Ἁγίου.
Εἰς τοὺς Αἴνους, ἦχος δ΄. Ως γενναῖον ἐν Μάρτυσιν.
Ἐν θυέλλῃ τὸν ἄσαρκον, καὶ ἐν γνόφῳ τὸν ἄϋλον, Μωϋσῆ τεθέασαι ὡς χωρεῖν ἰδεῖν, θεοειδὴς δὲ γενόμενος, τῇ δόξῃ τῇ κρείττονι, τῷ σαρκίνῳ Ἰσραήλ, νομοθέτης κεχείρισαι, ἀλλ’ οὐ πέφυκε, νοῦς γεώδης τοῖς θείοις ἐμβατεύειν, ἡ γὰρ χάρις τοῖς ὁρώσι, τὰ λίαν κρείττονα δίδοται.
Ἱερεὺς ἐννομώτατος, στρατηγὸς γενναιότατος, τῷ παραπικραίνοντι ἀναδέδειξαι, Μωσῆ μαστίζων τὴν Αἴγυπτον· τῇ ῥάβδῳ δὲ θάλασσαν, διαιρῶν τὴν ἐρυθράν, καὶ βυθίζων ἀλάστορα, καὶ ὑψαύχονα, Φαραὼ σὺν τριστάταις, καὶ διάγων ἐν ἐρήμῳ καὶ ἐκτρέφων, τὸν Ἰσραὴλ τὸν ἀγνώμονα.
Μωϋσῆ τὸ ὑπόδημα, τῶν ποδῶν λῦσον τάχιστα, ὁ γὰρ τόπος ἅγιος, ὅν πεπάτηκας, μήτι νεκρώσας σύμβολον, ὅν σοὶ περιφέροιτο, ἐν γὰρ βάτῳ καὶ πυρί, μυστικῶς σοὶ ὀπτάνεται, τὰ παράδοξα, τῆς Θεόπαιδος Κόρης ἐν τῷ ὄρει, τῷ Χωρὴβ ὁ χρηματίζων, τῷ νομοθέτῃ ἐφθέγγετο.
Μωϋσῆς ὁ θαυμάσιος, ἐλλαμφθεὶς θείῳ Πνεύματι, καθαρῶς τῷ κτίσαντι προσωμίλησε, καὶ βάτον εἶδε πυράφλεκτον, τοῦ Λόγου τὴν ἄῤῥητον, συγκατάβασιν ἡμῖν, προδηλοῦσαν σαφέστατα, καὶ ἐκόλα σε, πᾶσαν Αἴγυπτον ῥάβδῳ, προτυπώσας, τοῦ Σταυροῦ τὴν δυναστείαν, καὶ Ἀμαλὴκ ἐτροπώσατο.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Προφητῶν τὸν ἀκρέμονα, καὶ παμφαῆ ἀστέρα τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Μωσέα τὸν νομοθέτην, καὶ Χριστῷ ἐκβοήσωμεν μελωδικῶς· εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τοῦ σοῦ Προφήτου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν.
Τὰ Τυπικά, οἱ Μακαρισμοί, ἐκ τοῦ Κανόνος ὠδὴ γ΄ καὶ στ΄.
Ἀπόστολος ἐκ τῆς πρὸς Ἐβραίους Ἐπιστολῆς: Ἀδελφοί, πίστει Μωσῆς μέγας γενόμενος...
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον, καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ...
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάριον.
Τὸν θεοπτικώτατον οἱ πιστοί, Προφητῶν τὸ κλέος, τὸν ἐν ὄρει πάλαι Σινᾶ, Θεῷ συλλαλοῦντα, ἐν γνόφῳ καὶ ἐν βάτῳ, καὶ Νόμον δεδειγμένον, Μωσῆν τιμήσωμεν.


Share this article :

ΜΕ ΑΓΑΠΗ ΣΤΗ ΘΕΙΑ ΛΑΤΡΕΙΑ

ΜΕ ΑΓΑΠΗ ΣΤΗ ΘΕΙΑ ΛΑΤΡΕΙΑ

Συνολικές προβολές σελίδας

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger